Ancient Greek · ~2 min
7 to 17
Origen, Adnotationes in Numeros 7-4-17
Not analysed yet
Στίχ. ζ΄. Καὶ κυριεύσει ἐθνῶν πολλῶν. (25) Εἰσὶ δὲ κύριοι πολλοὶ, καὶ θεοὶ πολλοί. Μακάριοι δὲ οἱ τὸν Κύριον ἡμῶν Ἰησοῦν Χριστὸν ἔχοντες κύριον· κυριεύσουσι γὰρ κυρίας πολλάς. Στίχ. ιζ΄. Καὶ ἀναστήσεται ἄνθρωπος ἐξ Ἰσραήλ. Φασὶ τὸν Βαλαὰμ ἔχειν φοιτητὰς τῇ τέχνῃ, μαθητεύσαντας αὐτῷ τῇ μαγικῇ· καὶ δόξαν περὶ αὐτοῦ (26), ἀναγράψασθαι τὰς προφητείας αὐτοῦ, καὶ καταλιπεῖν, ἐν αἷς καὶ τό· Ἀνατελεῖ ἄστρον. Ἤ καὶ ἐκ τῆς πατρικῆς παραδόσεως τοῦτο καὶ διαδοχῆς παραλαβόντες οἱ Μάγοι, ἐπὶ τὴν Βηθλεὲμ παρεγένοντο.