Ancient Greek
Section 1
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 1.1
Not analysed yet
i 1 ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ. Τρίτον ἔστιν ἰδεῖν τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ· καὶ ἐν τῇ πρὸς Γαλάτας ὁ ἀπόστολος περὶ ἑαυτοῦ τοιαῦτά φησιν· ὅτε δὲ εὐδόκησεν ὁ θεός, ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου, ἀποκαλύψαι τὸν υἱὸν αὐτοῦ ἐν ἐμοί. ἐπιλαμβάνονται δὲ τῶν τοιούτων λέξεων οἱ μὴ συνιέντες τὸν ἐκ προγνώσεως θεοῦ προωρισμένον αἴτιον τυγχάνοντα τοῦ γίνεσθαι τὰ προγινωσκόμενα· καὶ οἴονται διὰ τούτων εἰσάγειν τοὺς ἐκ κατασκευῆς καὶ φύσεως σωζομένους. τινὲς δὲ καὶ τὸ ἐφ' ἡμῖν ἐκ τῶν τοιούτων ἀναιροῦσι ῥητῶν, συγχρώμενοι καὶ τῷ ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας ἐν ψαλμοῖς εἰρημένῳ. πρὸς μὲν οὖν τοῦτο εὐχερῶς ἔστιν ἀπαντῆσαι, ἐρωτῶντας περὶ τῆς ἑξῆς λέξεως· γέγραπται γὰρ ἀπηλλοτριώθησαν οἱ ἁμαρτωλοὶ ἀπὸ μήτρας, ἐπλανήθησαν ἀπὸ γαστρός, ἐλάλησαν ψευδῆ· θυμὸς αὐτοῖς κατὰ τὴν ὁμοίωσιν τοῦ ὄφεως. καὶ πευσόμεθά γε τῶν ὡς σαφεῖ τῇ λέξει ἐπιβαινόντων, εἰ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἅμα τῷ ἐξελθεῖν ἀπὸ γαστρὸς τῆς μητρὸς αὐτῶν ἐπλανήθησαν καὶ τῆς σωζούσης ὁδοῦ ἐσφάλησαν, αὐτοὶ εἰς τοῦτο ἐνεργήσαντες. πῶς δὲ οἱ ἀπαλλοτριωθέντες ἁμαρτωλοὶ ἀπὸ μήτρας ἀπὸ γαστρὸς ἐπλανήθησάν τε καὶ ἐλάλησαν ψευδῆ; οὐ γὰρ δὴ δείξουσιν ὅτι ἅμα τῷ γεννηθῆναι ἔναρθρον φωνὴν προήκαντο, ψευδῆ τινὰ προφερόμενοι. ἀλλ' εἰ προσέχομεν τοῖς προτεταγμένοις τοῦ προορισμοῦ ἐν τῇ ἐξεταζομένῃ ἐπιστολῇ λεγομένοις, δυνησόμεθα, τὰ περισπῶντα τοὺς ἁπλουστέρους πρὸς παραδοχὴν τοῦ ἀδικίαν κατηγοροῦντος κατὰ τοῦ θείου δόγματος καθελόντες, ἀπολογήσασθαι περὶ τοῦ ἐκ κοιλίας μητρὸς ἀφορίζοντος καὶ εἰς εὐαγγέλιον θεοῦ ἀφορίζοντος τὸν δοῦλον Ἰησοῦ Χριστοῦ κλητὸν ἀπόστολον Παῦλον. οὕτω δὲ ἔχει τὰ ῥητά· οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν· ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, εἰς τὸ εἶναι αὐτὸν πρωτότοκον ἐν πολλοῖς ἀδελφοῖς· οὓς δὲ προώρισεν, τούτους καὶ ἐκάλεσεν· καὶ οὓς ἐκάλεσεν, τούτους καὶ ἐδικαίωσεν· οὓς δὲ ἐδικαίωσεν, τούτους καὶ ἐδόξασεν. πρόσχωμεν οὖν τῇ τάξει τῶν λεγομένων. δικαιοῖ ὁ θεὸς καλέσας πρότερον, οὐκ ἂν δικαιώσας οὓς μὴ ἐκάλεσεν· καλεῖ δὲ πρὸ τῆς κλήσεως προορίσας, οὐκ ἂν καλέσας οὓς μὴ προώρισεν· καὶ ἔστιν αὐτῷ ἀρχὴ τῆς κλήσεως καὶ τῆς δικαιώσεως οὐχ ὁ προορισμός· οὗτος γὰρ εἰ ἦν ἀρχὴ τῶν ἑξῆς, κἂν πιθανώτατα ἐκράτουν οἱ παρεισάγοντες τὸν περὶ φύσεως ἄτοπον λόγον· ἀνωτέρω δέ ἐστι τοῦ προορισμοῦ ἡ πρόγνωσις· οὓς γὰρ προέγνω, φησί, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. προενατενίσας οὖν ὁ θεὸς τῷ εἱρμῷ τῶν ἐσομένων, καὶ κατανοήσας ῥοπὴν τοῦ ἐφ' ἡμῖν τῶνδέ τινων ἐπὶ εὐσέβειαν καὶ ὁρμὴν ἐπὶ ταύτην μετὰ τὴν ῥοπήν, καὶ ὡς ὅλοι ἑαυτοὺς ἐπιδώσουσι τῷ κατ' ἀρετὴν ζῇν, προέγνω αὐτούς, γινώσκων μὲν τὰ ἐνιστάμενα προγινώσκων δὲ τὰ μέλλοντα· καὶ οὓς οὕτω προέγνω, προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. ἔστιν οὖν τις ὁ υἱὸς τοῦ θεοῦ, εἰκὼν τυγχάνων τοῦ θεοῦ τοῦ ἀοράτου, καὶ τούτου εἰκὼν ἡ λεγομένη εἰκὼν τοῦ υἱοῦ τοῦ θεοῦ· ἥντινα νομίζομεν εἶναι ἣν ἀνέλαβεν ψυχὴν ὁ υἱὸς τοῦ θεοῦ ἀνθρωπίνην, γενομένην διὰ τὴν ἀρετὴν τῆς εἰκόνος τοῦ θεοῦ εἰκόνα. ταύτης δέ, ἣν οἰόμεθα εἰκόνος εἰκόνα εἶναι [τοῦ υἱοῦ] τοῦ θεοῦ, συμμόρφους προώρισεν γενέσθαι ὁ θεός, οὓς διὰ τὴν περὶ αὐτῶν πρόγνωσιν προώρισεν. οὐ γομιστέον τοίνυν εἶναι τῶν ἐσομένων αἰτίαν τὴν πρόγνωσιν τοῦ θεοῦ· ἀλλ' ἐπεὶ ἔμελλεν γίνεσθαι κατ' ἰδίας ὁρμὰς τοῦ ποιοῦντος, διὰ τοῦτο προέγνω, εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν· καὶ ὡς εἰδὼς τὰ πάντα πρὸ γενέσεως αὐτῶν τούσδε μέν τινας προέγνω καὶ προώρισεν συμμόρφους ἐσομένους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ, ἄλλους δὲ εἶδεν ἀπηλλοτριωμένους. ἐὰν δέ τις ἀνθυποφέρῃ πρὸς ταῦτα, εἰ δυνατόν ἐστι μὴ γενέσθαι ἃ τοιάδε ἔσεσθαι προεγίνωσκεν ὁ θεός· φήσομεν ὅτι δυνατὸν μὲν μὴ γενέσθαι· οὐχὶ δέ, εἰ δυνατὸν μὴ γενέσθαι, ἀνάγκη μὴ γενέσθαι ἢ γενέσθαι· καὶ γίνεται οὐ πάντως ἐξ ἀνάγκης, ἀλλὰ δυνατοῦ ὄντος καὶ τοῦ αὐτὰ μὴ γενέσθαι. τῆς δὲ λογικῆς ἔχεται ἐντρεχείας τε καὶ θεωρίας ὁ περὶ τῶν δυνατῶν τόπος, ἵνα ὁ σμήξας ἑαυτοῦ τὸ ὄμμα τῆς ψυχῆς δυνηθῇ τῇ λεπτότητι τῶν ἀποδείξεων παρακολουθήσας κατανοῆσαι, πῶς καὶ μέχρι τῶν τυχόντων οὐκ ἐμποδίζεται τὸ εἶναί τι εἰς πολλὰ δυνατόν, ἑνὸς ἐκ τῶν πολλῶν ὄντος τοῦ ἐσομένου, καὶ οὐ κατὰ ἀνάγκην ἐσομένου· προεγνωσμένου τε οὑτωσί, ὅτι ἔσται μὲν οὐκ ἐξ ἀνάγκης δὲ ἔσται, ἀλλ' ἐνδεχομένου τυγχάνοντος τοῦ μὴ γενέσθαι ἔσται τὸ οὐ στοχαστικῶς εἰρημένον ἀλλ' ἀληθῶς προεγνωσμένον. μὴ νομιζέτω δέ τις ἡμᾶς τὸ κατὰ πρόθεσιν σεσιωπηκέναι ὡς θλίβον ἡμῶν τὸν λόγον· ἐπεί φησιν ὁ Παῦλος οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν, τοῖς κατὰ πρόθεσιν κλητοῖς οὖσιν. ἀλλὰ προσεχέτω ὅτι τοῦ κατὰ πρόθεσιν εἶναι κλητοὺς τὴν αἰτίαν καὶ ὁ ἀπόστολος ἀποδέδωκεν εὐθέως, εἰπὼν ὅτι οὓς προέγνω, καὶ προώρισεν συμμόρφους τῆς εἰκόνος τοῦ υἱοῦ αὐτοῦ. καὶ τίνα γε μᾶλλον ἐχρῆν ἐγκαταχωρισθῆναι εἰς τὴν δικαιοῦσαν κλῆσιν τῇ προθέσει τοῦ θεοῦ ἢ τοὺς ἀγαπῶντας αὐτόν; πάνυ δὲ τὴν ἐκ τοῦ ἐφ' ἡμῖν αἰτίαν παρίστησι τῆς προθέσεως καὶ τῆς προγνώσεως τὸ οἴδαμεν δὲ ὅτι τοῖς ἀγαπῶσι τὸν θεὸν πάντα συνεργεῖ εἰς ἀγαθόν. σχεδὸν γὰρ εἶπεν ὅτι πάντα συνεργοῦντα εἰς ἀγαθὸν διὰ τοῦτο συνεργεῖ, ἐπεὶ ἄξιοί εἰσι συνεργίας οἱ ἀγαπῶντες τὸν θεόν. ἅμα δὲ καὶ ἐρωτήσωμεν τοὺς τὰ ἐναντία λέγοντας, καὶ ἀποκρινάσθωσαν ἡμῖν πρὸς ταῦτα. ἔστω καθ' ὑπόθεσιν εἶναί τινα ἐφ' ἡμῖν· καὶ τοῦτο ἐροῦμεν αὐτοῖς ἀναιροῦσι τὸ ἐφ' ἡμῖν, ἕως ἐκ τῆς διδομένης ὑποθέσεως ἐλεγχθῇ αὐτῶν ὁ λόγος οὐχ ὑγιὴς ὤν. ὄντος δὴ τοῦ ἐφ' ἡμῖν, ἆρα ὁ θεὸς ἐπιβαλὼν τῷ εἱρμῷ τῶν ἐσομένων προγνώσεται τὰ πραχθησόμενα ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ τῶν ἐχόντων τὸ ἐφ' ἡμῖν, ἢ οὐ προγνώσεται; τὸ μὲν οὖν λέγειν οὐ προγνώσεται, ἀγνοοῦντός ἐστι τὸν ἐπὶ πᾶσι νοῦν καὶ τὴν μεγαλωσύνην τοῦ θεοῦ. εἰ δὲ δώσουσιν ὅτι προγνώσεται, πάλιν ἐρωτήσωμεν αὐτούς, ἆρα τὸ ἐγνωκέναι αὐτὸν αἴτιόν ἐστι τοῦ ἔσεσθαι τὰ ἐσόμενα, διδομένου τοῦ εἶναι τὸ ἐφ' ἡμῖν; ἢ ἐπεὶ ἔσται προέγνω, καὶ οὐδαμῶς ἐστὶν αἰτία αὐτοῦ ἡ πρόγνωσις τῶν ἐσομένων ἐκ τοῦ ἐφ' ἡμῖν ἑκάστῳ; δυνατὸν οὖν ἦν τῶνδέ τινων ἀπαντησάντων μὴ τόδε ἀλλὰ τόδε ἐνεργῆσαι τὸν δημιουργηθέντα αὐτεξούσιον. τούτων οὖν καὶ τοιούτων ἂν λεχθησομένων, σώζεται καὶ τὸ εὖγε, ἀγαθὲ δοῦλε καὶ πιστέ· ἐπὶ ὀλίγα ἦς πιστός, ἐπὶ πολλῶν σε καταστήσω· εἴσελθε εἰς τὴν χάριν τοῦ κυρίου σου· καὶ πᾶς ἔπαινος. σώζεται δὲ καὶ τὸ εὔλογον τοῦ πονηρὲ δοῦλε καὶ ὀκνηρέ, ἔδει σε βαλεῖν τὸ ἀργύριόν μου εἰς τράπεζαν. οὕτω δὲ σωθήσεται μόνως τὰ δικαίως λεγόμενα πρὸς μὲν τοὺς ἐκ δεξιῶν δεῦτε πρός με οἱ εὐλογημένοι τοῦ πατρός μου, κληρονομήσατε τὴν ἡτοιμασμένην ὑμῖν βασιλείαν ἀπὸ καταβολῆς κόσμου· ὅτι ἐπείνασα, καὶ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς· πρὸς δὲ τοὺς ἐξ εὐωνύμων πορεύεσθε ἀπ' ἐμοῦ οἱ κατηραμένοι εἰς τὸ πῦρ τὸ αἰώνιον, τὸ ἡτοιμασμένον τῷ διαβόλῳ καὶ τοῖς ἀγγέλοις αὐτοῦ· ὅτι ἐπείνων, καὶ οὐκ ἐδώκατέ μοι φαγεῖν καὶ τὰ ἑξῆς. ἀλλὰ καὶ εἴπερ τὸ ἀφωρισμένος εἰς εὐαγγέλιον θεοῦ καὶ τὸ ὁ ἀφορίσας με ἐκ κοιλίας μητρός μου ἀνάγκην τινὰ περιεῖχε, πῶς ἂν εὐλόγως ἔφασκε τὸ ὑποπιάζω μου τὸ σῶμα καὶ δουλαγωγῶ, μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένωμαι καὶ τὸ οὐαὶ γάρ μοί ἐστιν ἐὰν μὴ εὐαγγελίζωμαι; σαφῶς γὰρ ἐκ τούτων παρίστησιν ὅτι εἰ μὴ ὑπεπίαζεν αὐτοῦ τὸ σῶμα καὶ ἐδουλαγώγει οἷόν τε ἦν αὐτὸν ἄλλοις κηρύξαντα ἀδόκιμον γενέσθαι, καὶ ὅτι δυνατὸν ἦν οὐαὶ αὐτῷ γενέσθαι εἰ μὴ εὐηγγελίζετο. μήποτε οὖν σὺν τούτοις ἀφώρισεν αὐτὸν ὁ θεὸς ἐκ κοιλίας μητρός, καὶ ἀφώρισεν αὐτὸν εἰς εὐαγγέλιον θεοῦ, σὺν τῷ ἑωρακέναι τὴν αἰτίαν τοῦ δικαίου ἀφορισμοῦ, ὅτι ὑποπιάσει τὸ σῶμα καὶ δουλαγωγήσει εὐλαβούμενος μήπως ἄλλοις κηρύξας αὐτὸς ἀδόκιμος γένηται, καὶ ὅτι, εἰδὼς οὐαὶ αὐτῷ ἔσεσθαι ἐὰν μὴ εὐαγγελίσηται, φόβῳ τῷ πρὸς τὸν θεὸν πρὸς τὸ μὴ γενέσθαι ἐν τῷ οὐαὶ οὐκ ἐσιώπα ἀλλ' εὐηγγελίζετο. καὶ ταῦτα δὲ ἑώρα ὁ ἀφορίζων αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ καὶ ὁ ἀφορίζων αὐτὸν εἰς τὸ ἑαυτοῦ εὐαγγέλιον, ὅτι ἐν κόποις ἔσται περισσοτέρως, ἐν φυλακαῖς περισσευόντως, ἐν πληγαῖς ὑπερβαλλόντως, ἐν θανάτοις πολλάκις· ὑπὸ Ἰουδαίων πεντάκις τεσσαράκοντα παρὰ μίαν λήψεται, τρὶς ῥαβδισθήσεται, ἅπαξ λιθασθήσεται· καὶ τάδε τινὰ πείσεται καυχώμενος ἐν ταῖς θλίψεσι καὶ εἰδὼς ὅτι ἡ θλίψις ὑπομονὴν κατεργάζεται καὶ ὑπομένων. διὰ ταῦτα δὲ ἄξιον ἦν αὐτὸν ἀφορισθῆναι εἰς εὐαγγέλιον θεοῦ προγινωσκόμενον ἔσεσθαι, καὶ ἀφορισθῆναι αὐτὸν ἐκ κοιλίας μητρὸς αὐτοῦ. καὶ ἀφωρίζετο εἰς εὐαγγέλιον θεοῦ οὐ διὰ τὴν φύσιν ἔχουσάν τι ἐξαίρετον καὶ ὅσον ἐπὶ τῇ κατασκευῇ ὑπὲρ τὰς τῶν μὴ τοιούτων φύσεις, ἀλλὰ διὰ τὰς προεγνωσμένας μὲν πρότερον πράξεις ὕστερον δὲ γενομένας ἑκάστην ἐκ τῆς παρασκευῆς καὶ τῆς προαιρέσεως τῆς ἀποστολικῆς. νῦν δὲ ἀποδιδόναι εἰς τὸ ἀπὸ τοῦ ψαλμοῦ ῥητὸν οὐκ ἦν εὔκαιρον, παρεκβατικὸν γὰρ ἦν· διὸ εἰς τὴν οἰκείαν τάξιν θεοῦ διδόντος ἀποδοθήσεται, ὅταν τὸν ψαλμὸν διηγώμεθα. ἀρκέσει δὲ καὶ ταῦτα πεπλεονασμένα εἰς τὸ ἀφωρισμένος.