Ancient Greek
Section 2
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 2
Not analysed yet
i 9—11 μάρτυς γάρ μου ἐστὶν ὁ θεὸς ᾧ λατρεύω ἐν τῷ πνεύματί μου ἐν τῷ εὐαγγελίῳ τοῦ υἱοῦ αὐτοῦ, ὡς ἀδιαλείπτως μνείαν ὑμῶν ποιοῦμαι πάντοτε ἐπὶ τῶν προσευχῶν μου δεόμενος εἴπως ἤδη ποτὲ εὐοδωθήσομαι ἐν τῷ θελήματι τοῦ θεοῦ ἐλθεῖν πρὸς ὑμᾶς· ἐπιποθῶ γὰρ ἰδεῖν ὑμᾶς. ἔστι δὲ καὶ χωρὶς θελήματος θεοῦ ἥκειν πρός τινα, ὥσπερ ὁ Βαλαὰμ ἀπῄει πρὸς τὸν Βαλὰκ καταρας<ό>μενος μισθοῦ τὸν Ἰσραήλ· οἶμαι δὲ ὅτι καὶ πᾶς ἐθνικός, ἢ ὁπώσποτε τῆς θεοσεβείας ἀλλότριος, μὴ διακονούμενος ἁγίοις τῶν λυσιτελῶν τι αὐτοῖς, οὐ καὶ ἐν θελήματι θεοῦ εὐοδοῦται γίνεσθαι πρὸς οὓς γίνεται, εἰ καὶ εὐοδοῦταί ποτε· ἐστὶ γὰρ φησὶν ἡ γραφὴ ἐν κακοῖς εὐοδία ἀνδρός.