Ancient Greek
Section 13
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 13
Not analysed yet
iii 9—18 τί οὖν; προεχόμεθα; οὐ πάντως· προῃτιασάμεθα γὰρ Ἰουδαίους τε καὶ Ἕλληνας πάντας ὑφ' ἁμαρτίαν εἶναι καθὼς γέγραπται· οὐκ ἐστὶν δίκαιος οὐδὲ εἷς· οὐκ ἔστιν ὁ συνιών· οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· πάντες ἐξέκλιναν, ἅμα ἠχρειώθησαν· οὐκ ἔστιν ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· τάφος ἀνεῳγμένος ὁ λάρυγξ αὐτῶν· ταῖς γλώσσαις αὐτῶν ἐδολιοῦσαν· ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν· ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν καὶ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν· οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. βούλεται ῥητὰ συναγαγεῖν πῶς ἅπαντες Ἰουδαῖοι καὶ Ἕλληνες ὑπὸ ἁμαρτίαν γεγόνασιν, ἀρξάμενος ἀπὸ τοῦ καθὼς γέγραπται οὐκ ἔστιν δίκαιος οὐδὲ εἷς, οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν· ὅπερ αὐταῖς λέξεσιν οὐχ εὕρομέν που γεγραμμένον, ἀλλὰ νομίζομεν ἀπὸ τοῦ τρισκαιδεκάτου ψαλμοῦ καὶ τοῦ νβʹ μεταπεποιῆσθαι ὑπὸ τοῦ ἀποστόλου τὰ ῥητά· ἐν μὲν γὰρ τῷ ιγʹ ψαλμῷ εἴρηται κύριος ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστιν συνιὼν ἢ ἐκζητῶν τὸν θεόν· ἐν δὲ τῷ νβʹ ὁ θεὸς ἐκ τοῦ οὐρανοῦ διέκυψεν ἐπὶ τοὺς υἱοὺς τῶν ἀνθρώπων τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν θεόν. ἔοικεν οὖν νενοηκέναι ἰσοδυναμεῖν τὸ τοῦ ἰδεῖν εἰ ἔστι συνιὼν ἢ ἐκζητῶν τὸν θεὸν τ<ῷ> οὐκ ἔστιν ὁ συνιών, οὐκ ἔστιν ὁ ἐκζητῶν τὸν θεόν. καὶ τὸ οὐκ ἔστι δίκαιος οὐδὲ εἷς νομίζω γεγονέναι ἐκ τοῦ οὐκ ἔστι ποιῶν χρηστότητα, οὐκ ἔστιν ἕως ἑνός· ὥστε τῇ δυνάμει δὶς αὐτὸν τεθεικέναι, ἅπαξ μὲν μεταποιήσαντα, ἅπαξ δὲ λέξεσι ταῖς αὐταῖς χρησάμενον, καὶ παραλιπόντα τὸ δεύτερον εἰρημένον οὐκ ἔστιν. τὸ δὲ ἰὸς ἀσπίδων ὑπὸ τὰ χείλη αὐτῶν, αὐταῖς λέξεσι κεῖται ἡ χρῆσις ἐν τῷ ρλθʹ ψαλμῷ· τὸ δ' ἐπὶ τούτοις ὧν τὸ στόμα ἀρᾶς καὶ πικρίας γέμει ἔοικεν γεγονέναι ἀπὸ τοῦ ἐν τῷ ἐνάτῳ ψαλμῷ οὕτως εἰρημένου οὗ ἀρᾶς τὸ στόμα αὐτοῦ γέμει καὶ πικρίας καὶ δόλου. εἶθ' ἑξῆς τοῦτο ἐστιν· ὀξεῖς οἱ πόδες αὐτῶν ἐκχέαι αἷμα· τοῦτο δὲ ζητήσεις ἐν τῷ Ἠσαίᾳ, ἢ ἐν ταῖς ἄλλαις τῶν Παροιμιῶν ἐκδόσεσιν, ἐν τῷ ταχεινοὶ ἐκχέαι αἷμα, ὃ μετὰ ἀστερίσκων προσετέθη ἐν τῇ ἐκδόσει τῶν ἑβδομήκοντα. τὸ δὲ σύντριμμα καὶ ταλαιπωρία ἐν ταῖς ὁδοῖς αὐτῶν μέχρι τοῦ δεῦρο οὐκ οἶδα ποῦ ἀνεγνωκώς· οἶμαι δὲ ἐν τινὶ τῶν προφητῶν γεγράφθαι τὸ ὁδὸν εἰρήνης οὐκ ἔγνωσαν, ἐν δὲ ψαλμοῖς οὐκ ἔστιν φόβος θεοῦ ἀπέναντι τῶν ὀφθαλμῶν αὐτῶν. πλήθους δὲ ὄντων ἁμαρτημάτων, οὐ πάντως ἕκαστος ἔνοχός ἐστι τοῖς ἅπασιν, ἀλλ' οἱ μὲν τῷδε τῷ ἁμαρτήματι οἱ δὲ τῷδε, καὶ οὕτω τοὺς πάντας τοῖς πᾶσιν.