Ancient Greek
Section 14
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 14
Not analysed yet
iii 19, 20 οἴδαμεν γὰρ ὅτι ὅσα ὁ νόμος λέγει τοῖς ἐν τῷ νόμῳ λαλεῖ, ἵνα πᾶν στόμα φραγῇ καὶ ὑπόδικος γένηται πᾶς ὁ κόσμος τῷ θεῷ· διότι ἐξ ἔργων νόμου οὐ δικαιωθήσεται πᾶσα σὰρξ ἐνώπιον αὐτοῦ· διὰ γὰρ νόμου ἐπίγνωσις ἁμαρτίας. τί κοινὸν πρὸς πᾶσαν σάρκα τὰ ἔργα τοῦ Μωσέως νόμου; πῶς δὲ καὶ τῆς ἁμαρτίας ἐπίγνωσις διὰ τοῦ νόμου Μωυσέως γίνεται, πολλῶν καὶ πρὸ Μωσέως ἐπεγνωκότων τὰ ἴδια ἁμαρτήματα; Κάιν μὲν γάρ φησι μείζων ἡ αἰτία μου τοῦ ἀφεθῆναί με· οἱ δὲ εἰς Αἴγυπτον καταβάντες πρὸς τὸν Ἰωσὴφ πατριάρχαι λέγουσιν ἐπὶ τοῖς τοῦ Ἰωσὴφ πρὸς αὐτοὺς λόγοις τὸ ἐν ἁμαρτίαις ἐσμὲν περὶ τοῦ ἀδελφοῦ ἡμῶν καὶ τὰ ἑξῆς· ἀλλὰ καὶ εἴπερ ὁ Ἰὼβ δείκνυται πρὸ Μωσέως γεγονέναι, φησὶν εἰ δὲ καὶ ἁμαρτὼν ἑκουσίως ἔκρυψα τὴν ἁμαρτίαν μου καὶ τὰ ἑξῆς. ὥστε δοκεῖ μοι μὴ τὸν Μωσέως νόμον νῦν λέγεσθαι τῷ ἀποστόλῳ ἀλλὰ περὶ τοῦ φυσικοῦ, ὃς καὶ γέγραπται ἐν ταῖς καρδίαις τῶν ἀνθρώπων. τίνες δ' ἂν εἶεν οἱ ἐν τῷ νόμῳ; ἢ πᾶς ὁ συμπληρώσας τὸν λόγον ἄνθρωπος; οὐκ εἰσὶ γὰρ ἐν τῷ νόμῳ οἱ ἔτι ζῶντες χωρὶς νόμου, ὁποῖος ἦν καὶ Παῦλός ποτε. πλὴν οἱ ἅγιοι οὓς προέγνω καὶ προώρισεν καὶ ἐκάλεσεν καὶ ἐδικαίωσεν καὶ ἐδόξασεν νόμος εἰσὶ καὶ οὐκ ἐν νόμῳ· διόπερ οὐ φραγήσεται αὐτῶν τὸ στόμα, οὐδὲ ὑπόδικοι γενήσονται τῷ θεῷ, οὐ γὰρ εἰσὶ σάρξ· καὶ εἰ δικαιοῦνται δέ, οὐκ ἐξ ἔργων νόμου, νόμος γὰρ οὐκ ἐξ ἔργων νόμου δικαιωθήσεται, αὐτόθεν δίκαιος ὤν. οὕτω δὲ διὰ νόμου ἐπίγνωσις ἁμαρτίας, ὡς διὰ ἰατρικῆς ἐπίγνωσις νόσου, καὶ μάλιστα τῆς λανθανούσης καὶ αὐτὸν τὸν νοσοῦντα. [καὶ ἄλλως δὲ] ὅσον ἐπὶ τῷ νόμῳ τιμωρηθῆναι τὸν μοιχεύοντα ἐχρῆν καὶ τὸν φονεύοντα κολάζεσθαι βουλομένῳ πάντως, τὸ δὲ κύριος ἀφεῖλεν τὸ ἀνόμημά σου οὐκέτι βούλημα ἦν τοῦ νόμου ἀλλὰ χάρις τοῦ δεδωκότος τὸν νόμον. διὰ τοῦτο ἀκριβῶς εἰπὼν τὸ ἐξ ἔργων νόμου οὐκ ἐπήγαγε Πᾶς ἄνθρωπος ἀλλὰ Πᾶσα σάρξ. διαθέσει μὲν γὰρ δικαιοῦσθαι δυνατόν, ὅταν τῇ προθέσει πρὸς τὸ τοῦ νόμου ῥέπῃ βούλημα, ἔργοις δὲ οὐκέτι δυνατόν· τὰ δὲ ἔργα σαρκὸς ἅπερ ἂν ἕληται ψυχή.