Ancient Greek
Section 18
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 18
Not analysed yet
iii 28 λογιζόμεθα οὖν πίστει δικαιοῦσθαι ἄνθρωπον χωρὶς ἔργων νόμου. ὅτι δὲ ἀρκεῖ εἰς δικαίωσιν ὁ τῆς πίστεως νόμος καθόλου μηδὲν ἐργασαμένοις ἡμῖν, ἔχομεν δεῖξαι τὸν συσταυρωθέντα λῃστὴν τῷ Ἰησοῦ καὶ τὴν ἐν τῷ κατὰ Λουκᾶν ἁμαρτωλὸν γυναῖκα τὴν κομίσασαν ἀλάβαστρον μύρου καὶ στᾶσαν παρὰ τοὺς πόδας τοῦ Ἰησοῦ καὶ διαπραξαμένην ἅπερ ἀναγέγραπται πεποιηκέναι. ἐξ οὐδενὸς γὰρ ἔργου ἀλλ' ἐκ τῆς πίστεως ἀφέωνται ταύτης αἱ ἁμαρτίαι, καὶ ἤκουσεν τὸ ἡ πίστις σου σέσωκέν σε πορεύου εἰς εἰρήνην. ὅτι δὲ μετὰ τὴν ἐπίγνωσιν ἀδικία γενομένη ἀθετεῖ τὴν χάριν τοῦ δικαιώσαντος σαφῶς αὐτὸς ἐν τοῖς ἑξῆς παραστήσει. ἐγὼ δὲ οἶμαι, φησίν, ὅτι καὶ τὰ πρὸ τῆς πίστεως ἔργα κἂν δοκῇ εἶναι δεξιά, ὡς μὴ ἐποικοδομηθέντα καλῷ θεμελίῳ τῇ πίστει, οὐ δικαιοῖ τὸν ποιήσαντα αὐτά.