Ancient Greek
Section 17
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 17
Not analysed yet
iii 27 ποῦ οὖν ἡ καύχησις; ἐξεκλείσθη· διὰ ποίου νόμου; τῶν ἔργων; οὐχί· ἀλλὰ διὰ νόμου πίστεως. ἐπεὶ πᾶσα ἡ ἐξ ἔργων ἀπεκλείσθη πᾶσιν ἀνθρώποις καύχησις, διὰ τοῦτο πᾶς ὁ ὑψῶν ἑαυτὸν ταπεινωθήσεται, κἂν ἀληθεύων λέγῃ τὸ ὁ θεὸς εὐχαριστῶ σοι ὅτι οὐκ εἰμὶ ὡς οἱ λοιποὶ τῶν ἀνθρώπων καὶ τὰ ἑξῆς. διὰ νόμου δὲ πίστεως ἐκκλείεται πᾶσα καύχησις ἣν καυχήσαιντο ἄνθρωποι μὴ νοοῦντες τὴν ἐκ πίστεως δικαίωσιν· οὐκ ἐκκλείεται δὲ ἡ ἐκ πίστεως καύχησις, ὁποία ἦν ἡ Παύλου λέγοντος ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι εἰ μὴ ἐν τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, δι' οὗ ἐμοὶ κόσμος ἐσταύρωται κἀγὼ τῷ κόσμῳ· μονονουχὶ γάρ φησιν ἐμοὶ δὲ μὴ γένοιτο καυχᾶσθαι ἐπ' οὐδεμίᾳ τῶν ἀρετῶν ἢ ἐν μόνῳ τῷ σταυρῷ τοῦ κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ.