Ancient Greek
Section 20
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 20
Not analysed yet
iii 31 νόμον οὖν καταργοῦμεν διὰ τῆς πίστεως; μὴ γένοιτο, ἀλλὰ νόμον ἱστάνομεν. ζητοῦμεν διατί μὴ εἶπεν Ἐκ πίστεως ἀλλὰ διὰ τῆς πίστεως. τὸ ἐκ πίστεως δικαιούμενον ἡ περιτομή ἐστιν, καὶ οὐκ ἀμφιβάλλομέν φησιν εἰ μὴ καταργεῖται ἐκ πίστεως νόμος, δικαιουμένης ἐκ τῆς πίστεως τῆς περιτομῆς· τῆς δὲ ἀκροβυστίας διὰ τῆς πίστεως δικαιουμένης καταργεῖται ὁ νόμος. ἀλλὰ νῦν νόμον ἐλάβομεν τὸν Μωσέως διὰ τῆς πίστεως οὐ καταργούμενον· ἡ γὰρ πίστις ἵστησι καὶ τὸν νόμον ὡς ἐκ θεοῦ ὄντα· πρόδηλον δὲ ὡς περὶ τῆς ὀρθῆς πίστεως φαμέν. εἰ δέ τις ἀντιθήσει ἐκ τῆς δευτέρας πρὸς Κορινθίους ἐπιστολῆς τὸ εἰ δὲ ἡ διακονία τοῦ θανάτου ἐν γράμμασιν ἐντετυπωμένη λίθοις ἐγενήθη ἐν δόξῃ ὥστε μὴ δύνασθαι ἀτενίσαι τοὺς υἱοὺς Ἰσραὴλ εἰς τὸ πρόσωπον Μωυσέως διὰ τὴν δόξαν τοῦ προσώπου αὐτοῦ τὴν καταργουμένην, ἐροῦμεν ὅτι οὐ ταὐτόν ἐστι τὸ Νόμος οὖν καταργεῖται; τῷ νόμον οὖν καταργοῦμεν; οὐδὲ γὰρ αὐτὸς ἐνεργεῖ ὁ Παῦλος τὸ καταργεῖν τὸν νόμον. εἰ γὰρ καὶ καταργεῖται, ὑπὸ τῆς ὑπερβαλλούσης δόξης τοῦ Χριστοῦ· κύριος γάρ ἐστι τοῦ σαββάτου φησίν· καὶ οὐ δεδόξασται τὸ δεδοξασμένον ἐν τούτῳ τῷ μέρει ὡς πρὸς σύγκρισιν τῆς ὑπερβαλλούσης δόξης. μένον γοῦν ὠνόμασε τὸ Χριστοῦ· τὸ δὲ μὴ μένον καταργούμενον, ἐπεὶ ὁ νόμος παιδαγωγὸς ἕως ἂν ἔλθῃ τὸ πλήρωμα τοῦ χρόνου.