Ancient Greek
Section 21
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 21
Not analysed yet
iv 2, 3 εἰ γὰρ Ἀβραὰμ ἐξ ἔργων ἐδικαιώθη, ἔχει καύχημα· ἀλλ' οὐ πρὸς τὸν θεόν· τί γὰρ ἡ γραφὴ λέγει; ἐπίστευσε δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ἐπὶ τίνι ἐπίστευσεν Ἀβραὰμ τῷ θεῷ οὐ πάνυ σαφῶς διηγήσατο ἡ γραφή· ἔοικεν δὲ ὁ ἀπόστολος καθόλου αὐτὸν ἐκλαμβάνειν πεπιστευκέναι. καὶ γὰρ ἀληθῶς, εἰ μὲν τὸ καθόλου, πάντως καὶ τὸ κατὰ μέρος· εἰ δ' ἐπὶ τοῖς εἰρημένοις ἐπίστευσεν τῷ θεῷ, οὐκ ἀκολουθεῖ ὅτι καθόλου ἐπίστευσεν· ἔστιν γὰρ μέτρα τοῦ πιστεύειν θεῷ· διὸ Ἀβραὰμ μὲν ἐπίστευσε τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, οὐδὲν δὲ τοιοῦτον γέγραπται ἡνίκα εἶδεν Ἰσραὴλ τὴν χεῖρα τὴν μεγάλην ἃ ἐποίησε κύριος τοῖς Αἰγυπτίοις· καὶ ἐφοβήθη ὁ λαὸς τὸν κύριον· καὶ ἐπίστευσε τῷ κυρίῳ καὶ Μωσῇ τῷ θεράποντι αὐτοῦ, οὐ πρόσκειται δὲ ὡς ἐπὶ τοῦ Ἀβραὰμ τὸ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. νομίζω δὲ τοὺς ἀπὸ τῶν ἐθνῶν μὴ ἐπιστήσαντας τῇ ἀκριβείᾳ τῆς γραφῆς ἐκτεθήσεσθαι τὸ ἀπὸ τῆς Γενέσεως ῥητὸν οὐχ ὡς Παῦλος αὐτὸ ἔθηκεν ἐν τῇ ἀρχῇ· οὐκ ἂν γὰρ ὁ οὕτως ἀκριβὴς ἐξέθετο τὸ ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην, ἀλλ' ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ. οὕτω δὲ εἰκὸς καὶ ἐν τοῖς ἑξῆς γεγράφθαι ἐν τῇ πρὸς Ῥωμαίους ἐπιστολῇ ὅτι ἐλογίσθη ἡ πίστις τῷ Ἀβραὰμ εἰς δικαιοσύνην. νυνὶ δὲ ἔχομεν ἡμεῖς Ἀβραάμ.