Ancient Greek
Section 25
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 25.1
Not analysed yet
iv 15—17 ὁ γὰρ νόμος ὀργὴν κατεργάζεται· οὗ γὰρ οὐκ ἔστι νόμος οὐδὲ παράβασις. διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, εἰς τὸ εἶναι βεβαίαν τὴν ἐπαγγελίαν παντὶ τῷ σπέρματι· οὐ τῷ ἐκ τοῦ νόμου μόνον, ἀλλὰ καὶ τῷ ἐκ πίστεως Ἀβραάμ, ὅς ἐστι πατὴρ πάντων ἡμῶν· καθὼς γέγραπται ὅτι πατέρα πολλῶν ἐθνῶν τέθεικά σε· κατέναντι οὗ ἐπίστευσε θεοῦ τοῦ ζωοποιοῦντος τοὺς νεκροὺς καὶ καλοῦντος τὰ μὴ ὄντα ὡς ὄντα. ἀσυκοφαντήτως ἀκούειν χρὴ τοῦ ἀποστόλου ἐν τούτοις καὶ συνιέναι τοῦ βουλήματος αὐτοῦ. φασὶ γάρ τινες· εἰ ἔνθα οὐκ ἔστι νόμος οὐδὲ παράβασις, δηλονότι οὐδεὶς ἐν παραβάσει γέγονε πρὸ Μωσέως· εἰ δὲ μὴ γέγονέ τις, οὐδὲ ψεκτός· οὔτε οὖν Κάιν οὔτε πάντες οἱ διὰ τὰς ἑαυτῶν ἁμαρτίας τὸν κατακλυσμὸν παθόντες ἢ οἱ ἐν Σοδόμοις ἐν παραβάσει γεγόνασιν· καὶ πρό γε τούτων Ἀδὰμ καὶ ἡ Εὖα. λεκτέον οὖν πρὸς τούτους ὅτι ὁ Μωσέως νόμος οὐ τὴν ἐν τῇ κρίσει ὀργὴν κατεργάζεται ἀλλὰ τὴν κατ' αὐτόν, τοὺς μὲν λιθολεύστους ποιῶν, ἑτέρους δὲ ἐπὶ πυρὸς κατακαίων, ἢ ἑτέρᾳ ὑποβάλλων τιμωρίᾳ· ἀλλὰ καὶ εἴπερ οὗ οὐκ ἔστι νόμος οὐδὲ παράβασις, ὅτε ὅσα ὁ νόμος λαλεῖ τοῖς ἐν τῷ νόμῳ λαλεῖ. ὅρα δὲ αὐτοὺς καὶ τὸν παρ' αὐτῷ Παύλῳ νόμον πίστεως ὀνομαζόμενον θεοῦ ὀργὴν κατεργάζεσθαι, καὶ παράβασιν εἶναι ἔνθα ἐστὶν ὁ τῆς πίστεως νόμος καὶ ὁ τοῦ θεοῦ, σαφῶς δὲ αὐτὸς ἕτερον μὲν εἶναι νόμον τὸν τοῦ θεοῦ, ᾧ μόνῳ καὶ αὐτὸς συνήδεται κατὰ τὸν ἔσω ἄνθρωπον, ἕτερον δὲ νόμον εἶναι τὸν ἐν τοῖς μέλεσιν ἑαυτοῦ ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός. καὶ ὅρα μήποτε οὗτος ἐστὶν ὁ ἀληθῶς ὀργὴν κατεργαζόμενος, καὶ οὗ οὐκ ἔστι νόμος οὗτος ἐκεῖ οὐδὲ παράβασίς ἐστιν· καὶ οἱ ἐκ τούτου τοῦ νόμου οὐδαμῶς εἰσὶ κληρονόμοι, εἰ γὰρ οἱ ἐκ νόμου κληρονόμοι κεκένωται ἡ πίστις. ἐν τῷ καταλόγῳ τῶν χαρισμάτων τῶν διδομένων κατὰ τὴν ἀναλογίαν τῆς πίστεως, κατείλεκται καὶ ἡ πίστις· φησὶ γὰρ ὁ Παῦλος μεθ' ἕτερα ἄλλῳ πίστις ἐν τῷ αὐτῷ πνεύματι. ὁ δ' αὐτός φησι καὶ ἀλλαχοῦ ὅτι ἀπὸ θεοῦ ὑμῖν ἐχαρίσθη οὐ μόνον τὸ εἰς Χριστὸν πιστεύειν ἀλλὰ καὶ τὸ ὑπὲρ αὐτοῦ πάσχειν. οἶμαι δὲ ὅτι καὶ οἱ ἀπόστολοι ἐλλιπῆ πεισθέντες εἶναι τὴν ἐκ τοῦ ἐφ' ἡμῖν πίστιν . . . εἰ καὶ ἐκ πίστεως οὖν οἱ κληρονόμοι καὶ ἡ ἐπαγγελία ἵνα κατὰ χάριν, οὐδ' αὐτὴ ἡ πίστις ἡ πρὸ τῆς χάριτος, καθ' ἣν λέγεται διὰ τοῦτο ἐκ πίστεως ἵνα κατὰ χάριν, χωρὶς χάριτος ὑφεστάναι οὐ δύναται. παντὶ δὲ τῷ σπέρματι, φησίν, ἤτοι τῷ ἐκ τοῦ νόμου ἢ τῷ ἐκ τῆς πίστεως αὐτοῦ, καὶ οὐ μόνον τῷ ἐκ τοῦ νόμου ἀλλ' εἰ ἔχοι πρὸς τ<ῷ> ἐκ τοῦ νόμου τὸ ἐκ τῆς πίστεως. εἰ γὰρ μὴ οὕτως ἐκλάβοιμεν, ἔσται ἡ ἐπαγγελία τοῖς ἐξ Ἰσμαὴλ καὶ τοῖς ἐκ Χεττούρας, ἅπερ οὐκ ἀρέσκει. (τοῦ αὐτοῦ) ἀναγκαῖον δέ, φησίν, ἐξετάσαι φαίνεται πῶς ἀκολουθεῖ τῷ ἐκ πίστεως καὶ τῷ κατὰ χάριν τὸ βεβαίαν εἶναι τὴν ἐπαγγελίαν· ἄρα γὰρ εἰ ἦν ἐκ νόμου, οὐχ οἷόν τε ἦν βεβαίαν τυγχάνειν τὴν ἐπαγγελίαν. πρόσχες οὖν οἱονεὶ δευσοποιός τις βαφὴ γίνεται ἐκ πίστεως περὶ τὴν ψυχὴν καὶ μάλιστα τῆς λελογισμένης εἰς δικαιοσύνην, ὥστε τὴν δι' αὐτῆς ἐπαγγελίαν καὶ χάριν ἴσχειν διὰ τὸ ἀνέκπλυτον αὐτῆς, ἢ ἀμετάβολόν γε τὴν βεβαιότητα· ἥτις οὐκ ἐμφαίνεται περὶ τὰ ἐκ νόμου ἔργα. ἀποστρέφειν γοῦν ποτὲ δίκαιος ἀπὸ τῆς δικαιοσύνης αὐτοῦ λέγεται καὶ ποιεῖν ἀδικίαν· οὐκ οἶδα δὲ εἰ καὶ περὶ τῆς πίστεως γέγραπται ὅτι ἀπέστρεψέν τις ἀπὸ τῆς πίστεως, ἅπαξ μαρτυρηθεὶς πεπιστευκέναι καὶ δικαιωθεὶς διὰ τὴν πίστιν. εἶτα καὶ τῇ μαρτυρίᾳ ἐπισφραγίζει ὁ θεῖος ἀπόστολος τὸ εἰρημένον αὐτῷ. (τοῦ αὐτοῦ) [ὃ δὲ λέγει τοῦτό ἐστιν· ὥσπερ ὁ θεὸς οὐκ ἔστι μερικὸς θεὸς ἀλλὰ πάντων πατήρ, οὕτω καὶ αὐτός. καὶ πάλιν ὥσπερ ὁ θεὸς πατήρ ἐστιν οὐ κατὰ τὴν φυσικὴν συγγένειαν ἀλλὰ κατ' οἰκείωσιν πίστεως, οὕτω καὶ αὐτός· ἡ γὰρ ὑπακοὴ ποιεῖ πατέρα πάντων ἡμῶν. ἐπειδὴ γὰρ οὐδὲν ἐνόμιζον εἶναι ταύτην τὴν συγγένειαν, τὴν παχυτέραν ἐκείνην κατασχόντες, δείκνυσι ταύτην κυριωτέραν ἐπὶ τὸν θεὸν τὸν λόγον ἀνάγων. καὶ μετὰ τούτων κἀκεῖνο ἐμφαίνει ὅτι καὶ ἀμοιβὴν τῆς πίστεως ταύτην ἔλαβεν· ὥστε ἂν μὴ τοῦτο ᾖ, κἂν πάντων ᾖ πατὴρ τῶν τὴν γῆν οἰκούντων, τὸ κατέναντι οὐκέτι χώραν· τὸ γὰρ κατέναντι τὸ ὁμοίως ἐστίν. τὸ γὰρ παράδοξον τοῦτό ἐστιν, οὓς οὐκ εἶχεν ἐκ φύσεως τούτους ἀπὸ τῆς τοῦ θεοῦ δωρεᾶς λαβεῖν.] ὁποῖα, φησί, τὰ πολλὰ ἔθνη ἦν ὧν τέθεικεν αὐτὸν πατέρα ὁ τὰς ἐπαγγελίας αὐτῷ διδοὺς θεός. περὶ γὰρ τῶν διὰ τὴν ἁμαρτίαν νενεκρωμένων, ὧν ἡ ψυχὴ νεκρὰ γεγένητο ἐν σώματι ζῶντι, οἴομαι νῦν αὐτὸν λέγειν· ψυχὴ γὰρ ἡ ἁμαρτάνουσα αὐτὴ ἀποθανεῖται. τίνα δὲ τὰ μὴ ὄντα ἢ οἱ ἐστερημένοι τοῦ ὄντος καὶ μὴ μετέχοντες αὐτοῦ, οὕτω καλούμενοι πρὸς ἀντιδιαστολὴν τῶν μετεχόντων τοῦ εἰπόντος ἐγώ εἰμι ὁ ὤν; καλεῖ δὲ τὰ μὴ ὄντα ἵνα ὑπακούσασιν αὐτοῖς χαρίσηται τὸ εἶναι. ἀλλ' ἴσως τις πρὸς ταῦτα ἐρεῖ, πῶς ὁ ἀπόστολος ἑτέρωθί φησι μεθ' ἕτερα ἐξελέξατο ὁ θεὸς τὰ μὴ ὄντα ἵνα τὰ ὄντα καταργήσῃ, ἀλλ' εὔδηλον ὡς ἕτερόν ἐστι τοῦτο σημαινόμενον τοῦ ὄντος καὶ μὴ ὄντος ὅσον ἀπὸ πάσης τῆς ἐκεῖσε συμφράσεως· ὄντες μὲν γὰρ ἐνθάδε οἱ κατὰ σάρκα σοφοὶ καὶ δυνατοὶ καὶ εὐγενεῖς· μὴ ὄντες δὲ οἱ ἄλλως παρὰ τούτοις διακείμενοι ὡς πρὸς τὴν ἐκείνων ὑπόληψιν.