Ancient Greek
Section 26
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 26
Not analysed yet
iv 18—22 ὃς παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, εἰς τὸ γενέσθαι αὐτὸν πατέρα πολλῶν ἐθνῶν κατὰ τὸ εἰρημένον, οὕτως ἔσται τὸ σπέρμα σου· καὶ μὴ ἀσθενήσας τῇ πίστει κατενόησε τὸ ἑαυτοῦ σῶμα ἤδη νενεκρωμένον, ἑκατονταετής που ὑπάρχων, καὶ τὴν νέκρωσιν τῆς μήτρας Σάρρας· εἰς δὲ τὴν ἐπαγγελίαν τοῦ θεοῦ οὐ διεκρίθη τῇ ἀπιστίᾳ ἀλλ' ἐνεδυναμώθη τῇ πίστει, δοὺς δόξαν τῷ θεῷ καὶ πληροφορηθεὶς ὅτι ὃ ἐπήγγελται δυνατός ἐστι καὶ ποιῆσαι· διὸ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην. ὅρα μήποτε ὡς Ἀβραὰμ παρ' ἐλπίδα ἐπ' ἐλπίδι ἐπίστευσεν, οὕτω καὶ πάντες οἱ τῆς πίστεως Ἀβραὰμ υἱοὶ παρ' ἐλπίδα ἐπ' ἐλπίδι περὶ πάντων πιστεύουσιν, εἴτε περὶ ἀναστάσεως νεκρῶν εἴτε περὶ τοῦ κληρονομήσειν βασιλείαν οὐρανῶν ἢ βασιλείαν θεοῦ. ταῦτα γὰρ ὅσον ἐπὶ τῇ ἀνθρωπίνῃ φύσει παρ' ἐλπίδα ἐστίν, ὅσον δὲ ἐπὶ τῷ δυνατῷ τοῦ θεοῦ καὶ ταῖς ἀψευδέσιν ἐπαγγελίαις αὐτοῦ ἐπ' ἐλπίδι τῶν ἐκ τοῦ πιστεύειν ἐλπιζόντων τυγχάνει. καὶ ἐπείπερ ὁ πιστεύων ἐπ' ἐλπίδι πιστεύει, διὰ τοῦτο μένει πίστις, ἐλπίς· ἀφ' ὧν γεννᾶται καὶ τὸ τρίτον μεῖζον τούτων ἡ ἀγάπη· καὶ νομίζω στοιχειώσεως μὲν ἔχειν λόγον τὴν πίστιν, προκοπῆς δὲ τὴν ἐλπίδα, τελειότητος δὲ τὴν ἀγάπην. ὅτι δὲ οὐ διὰ τὸ γῆρας λέγεται τὸ σῶμα τοῦ Ἀβραὰμ νενεκρωμένον, δῆλον ἔσται τῷ ἐπιστήσαντι τίνα τρόπον προσθέμενος Ἀβραὰμ ἔλαβεν γυναῖκα τοὔνομα Χεττούραν· καὶ ἔτεκεν αὐτῷ μετὰ τὴν τελευτὴν σάρρας, ἥτις ἔζησεν ἔτη ἑκατὸν εἰκοσιεπτά· πρεσβύτερος δὲ τῆς Σάρρας δεκὰ ἔτεσιν εὑρίσκεται σαφῶς ὁ Ἀβραάμ. εἰ οὖν διὰ τὴν ἐπαγγελίαν, ὥς φασί τινες, ἐπαιδοποίησεν τὸν Ἰσαάκ, πῶς χωρὶς ἐπαγγελίας μετὰ ἑκατὸν εἰκοσιεπτὰ ἔτη ἔτεκεν τοὺς ἀπὸ Χεττούρας; ὥστε ἐν ἐπαίνῳ λέγεται ἡ τοιαύτη νέκρωσις τοῦ τὰ μέλη τὰ ἐπὶ τῆς γῆς νεκρώσαντος· ὅτε γάρ τις πνεύματι τὰς πράξεις τοῦ σώματος θανατοῖ, τότε σβέννυσι πᾶσαν τὴν πεφυκυῖαν ἀνάπτεσθαι ἐν αὐτῷ πύρωσιν· ὥστε τὴν τοῦ Ἰσαὰκ γένεσιν μὴ εἶναι ἀπὸ πυρώσεως ἀλλ' ἐξ ἐπαγγελίας θεοῦ· ἄξιοι γὰρ γεγόνασι τ<οῦ> τούτου ἐπιγραφῆναι πατριάρχου γονεῖς.