Ancient Greek
Section 30
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 30.1
Not analysed yet
vi 8—10 εἰ δὲ ἀπεθάνομεν σὺν Χριστῷ, πιστεύομεν ὅτι καὶ συζήσομεν αὐτῷ· εἰδότες ὅτι Χριστὸς ἐγερθεὶς ἐκ νεκρῶν οὐκέτι ἀποθνήσκει· θάνατος αὐτοῦ οὐκέτι κυριεύει· ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ· ὃ δὲ ζῇ, ζῇ τῷ θεῷ· οὕτως καὶ ὑμεῖς λογίζεσθε ἑαυτοὺς νεκροὺς μὲν εἶναι τῇ ἁμαρτίᾳ, ζῶντας δὲ τῷ θεῷ ἐν Χριστῷ Ἰησοῦ τῷ κυρίῳ ἡμῶν. ἀποτετολμημένως ἐπιφέρει τὸ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὅπερ ἐστὶ δυσφημοειδές· οἱ γὰρ πλεῖστοί φασιν ἀποθανεῖν αὐτὸν οὐ τῷ κυριεύεσθαι ὑπὸ τοῦ θανάτου, ἀλλὰ τῷ ἑκόντα τὴν ψυχὴν αὐτοῦ τεθεικέναι ὑπὲρ τῶν προβάτων ἑαυτοῦ, ἢ ὑπὲρ τῶν φίλων ἑαυτοῦ· φησὶν γὰρ καὶ αὐτὸς ὁ σωτὴρ οὐδεὶς αἴρει τὴν ψυχήν μου ἀπ' ἐμοῦ ἀλλ' ἐγὼ τίθημι αὐτὴν ἀπ' ἐμαυτοῦ. ὁ μὲν οὖν τις πρὸς ταῦτα φήσει ὅτι θάνατος λέγεται νῦν ὁ μέσος καὶ ἀδιάφορος, ὃν κατὰ τὸ κοινότερον ἀπέθανεν ὅτε, ὥς φησιν ὁ Παῦλος, ἀπέθανεν κατὰ τὰς γραφάς. ἀλλὰ πῶς ταύτῃ δυνήσεται συναγορεῦσαι τῇ διηγήσει τὸ ἀπεθάνομεν σὺν Χριστῷ, καὶ τὸ ὃ γὰρ ἀπέθανεν, τῇ ἁμαρτίᾳ ἀπέθανεν ἐφάπαξ; ἀλλ' ἴσως ὁ τοιοῦτος ἐρεῖ ὡς τὰ αὐτὰ ὀνόματα τίθησι διττῶς ἡ γραφή, ποτὲ μὲν ἐπὶ τῶν σωματικῶν, ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ· ὡς καὶ περὶ τῆς Σαμαρείτιδος γεγραμμένον, ἐν ᾧ τὸ ὕδωρ καὶ τὸ πιεῖν κατὰ τὸν αὐτὸν τόπον ὅτε μὲν ἐπὶ τοῦ σωματικοῦ ὅτε δὲ ἐπὶ τοῦ πνευματικοῦ τετάχθαι δοκεῖ· καὶ τὸ περὶ τοῦ θερισμοῦ ὡσαύτως φησίν. φήσει τοίνυν οὐδὲν θαυμαστὸν κατὰ τοῦτον τὸν χαρακτῆρα καὶ τὸν ἀπόστολον εἰρηκέναι, τὸ μὲν ἀπεθάνομεν σὺν Χριστῷ τάσσοντα οὐκ ἐπὶ τοῦ κοινοτέρου θανάτου, τὸ δὲ θάνατος αὐτοῦ οὐκέτι κυριεύει, ὡς θανάτου νῦν τοῦ μέσου ὀνομαζομένου. ἕτερος δὲ παρὰ τοῦτον ἐρεῖ ὅτι θάνατος ἐνταῦθα λέγεται ὁ κυριεύων Χριστοῦ οὐκ ἄλλος ἢ ὁ ἐχθρὸς αὐτοῦ οὗ τύπος ἦν τὸ κατὰ τὸν Ἰωνᾶν κῆτος προφητευόμενον καὶ ὑπὸ τοῦ Ἰὼβ φάσκοντος ἀλλὰ καταράσαιτο αὐτὴν ὁ μέλλων τὸ μέγα κῆτος χειρώσασθαι. πρὸς ὃν θάνατον ὁδεύων κατὰ τὸν καιρὸν τοῦ μέσου θανάτου ἔλεγεν, οὐ διὰ τὸν μέσον θάνατον ἀλλὰ δι' ἐκεῖνον, νῦν ἡ ψυχή μου τετάρακται καὶ περίλυπός ἐστιν ἡ ψυχή μου ἕως θανάτου. οἱονεὶ γὰρ ἀπῄει εἰς τὴν χώραν αὐτοῦ διὰ τοὺς κρατουμένους ὑπ' αὐτοῦ, ὡς τάχα διὰ τοῦτο εἰρῆσθαι τὸ εἰς χοῦν θανάτου κατήγαγές με. καὶ ἑαυτὸν πεποίηκεν αὐτῷ ὑποχείριον ὑπήκοος γενόμενος μέχρι θανάτου. διὰ γὰρ τὸ γεγονέναι ἐν αὐτῷ κατακριθεὶς ὑπ' αὐτοῦ κατέκρινε τὴν ἁμαρτίαν οὖσαν ἐν ἐκείνῳ τῷ θανάτῳ. ὡσάν τις παραδείγματος ἕνεκεν ἐλεύθερος ὢν δοῦλον ἑαυτὸν παραδίδωσιν τῷ στρατηγῷ τῶν πολεμίων, ἵνα παρ' αὐτῷ γενόμενος ἐλευθερώσῃ τῇ ἑαυτοῦ οἰκονομικῇ δουλείᾳ τοὺς πολίτας ἀπὸ τοῦ ὑπ' ἐκείνῳ κινδύνου, διὰ τοῦ ἐνέδρᾳ τινὶ ἀποκτεῖναι τὸν στρατηγὸν καὶ τοὺς ὑπ' αὐτῷ πολεμίους· ἐκυριεύθη γὰρ ὁ τοῦτο δράσας ὡς οὐκ αἰχμάλωτος ἁλοὺς ἀλλὰ φρονήματι χρησάμενος ἀριστέως. οὕτως οὖν καὶ ὁ Χριστὸς ἑαυτὸν παρέδωκεν τῇ δουλείᾳ, ἵνα μηδεὶς θανάτου γένηται τῶν μαθητευομένων αὐτοῦ τῷ λόγῳ δοῦλος· οὗτος γὰρ ὡς φησὶν ἡ γραφὴ κατήργησε τὸν τὸ κράτος ἔχοντα τοῦ θανάτου, τοῦτ' ἐστὶν τὸν διάβολον, καὶ τὰ ἑξῆς. τάχα δὲ καὶ παρέδωκεν ἑαυτὸν τῷ θανάτῳ κυριευθησόμενον ῥυόμενος τοὺς ὑπ' αὐτοῦ κεκρατημένους καὶ ἀντ' ἐκείνων ἑαυτὸν προδιδούς, ἵνα μετὰ τοῦτο καταστρατηγήσῃ καὶ καταργήσῃ τὸν θάνατον.