Ancient Greek
Section 29
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 29
Not analysed yet
vi 5 εἰ γὰρ σύμφυτοι γεγόναμεν τῷ ὁμοιώματι τοῦ θανάτου αὐτοῦ, ἀλλὰ καὶ τῆς ἀναστάσεως ἐσόμεθα. πλάσας τὸ ὄνομα τέθεικεν, φυτόν τι ἐπιστάμενος τὸν Ἰησοῦ θάνατον, φέρον κάρπους ἀναιρετικοὺς τῆς ἁμαρτίας· ᾧ φυτῷ ὁ λόγος γεωργεῖ ἐν τοῖς παραδεξαμένοις τὴν διδασκαλίαν τὴν διὰ Χριστοῦ, ποιῶν αὐτοὺς συμφύτους τῷ ὁμοιώματι τοῦ θανάτου· ὁμοίωμα μὲν γάρ τι τοῦ θανάτου ἐκείνου δύναται ἡ ἀνθρωπίνη φύσις ἀναλαβεῖν, τὸν δὲ ἐκείνου θάνατον τοῦ ἁμαρτίαν μὴ ποιήσαντος, μηδὲ γνόντος ἁμαρτίαν, ἀλλ' ἀποθανόντος ἐπὶ τῇ καθαιρέσει οὐχὶ τῆς ἐν αὐτῷ ἁμαρτίας ἀλλὰ τῆς ἐν ἡμῖν, οὐχ οἷόν τε ἐστὶν ἀποθανεῖν τινὰ τῶν ἡμαρτηκότων· πάντες δὲ ἥμαρτον καὶ ὑστεροῦνται τῆς δόξης τοῦ θεοῦ, δικαιούμενοι δωρεάν, καὶ τὰ ἑξῆς. ἐν ἄλλοις δὲ λέγει· συνήγειρεν καὶ συνεκάθισεν ἐν τοῖς ἐπουρανίοις ἐν Χριστῷ· καὶ εἰ συνηγέρθητε τῷ Χριστῷ, τὰ ἄνω ζητεῖτε· πῶς οὖν ἐνταῦθα λέγει, καὶ τῆς ἀναστάσεως ἐσόμεθα; πρὸς τοῦτο λεκτέον ὅτι διττῶς ὀνομάζει τὴν ἀνάστασιν ὁ ἀπόστολος· μίαν μὲν τὴν ἤδη καθ' ἣν ὁ ἅγιος συνανέστη Χριστῷ καὶ συνεγερθεὶς αὐτῷ τὰ ἄνω ζητεῖ· ἑτέραν δὲ τὴν ὅταν ἔλθῃ τὸ τέλειον, περὶ ἧς καὶ Δανιὴλ προφητεύων φησὶν πολλοὶ τῶν καθευδόντων ἐν γῆς χώματι ἀναστήσονται, οὗτοι εἰς ζωὴν αἰώνιον, καὶ οὗτοι εἰς ὀνειδισμὸν καὶ εἰς αἰσχύνην αἰώνιον· τὴν ἑτέραν μὲν οὖν τῶν ἀναστάσεων οἱ ἅγιοι ἐροῦσι συνεγηγέρθαι Χριστῷ, κατὰ δὲ τὴν ἑτέραν καὶ ἀναστήσεσθαι.