Ancient Greek
Section 35
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 35
Not analysed yet
vii 1—3 ἢ ἀγνοεῖτε, ἀδελφοί, γινώσκουσι γὰρ νόμον λαλῶ, ὅτι ὁ νόμος κυριεύει τοῦ ἀνθρώπου ἐφ' ὅσον χρόνον ζῇ; ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός. ἄρα οὖν ζῶντος τοῦ ἀνδρὸς μοιχαλὶς χρηματίσει ἐὰν γένηται ἀνδρὶ ἑτέρῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνήρ, ἐλευθέρα ἐστὶν ἀπὸ τοῦ νόμου, τοῦ μὴ εἶναι αὐτὴν μοιχαλίδα γενομένην ἀνδρὶ ἑτέρῳ. τὸ γινώσκειν τὸν νόμον πάντως οἶδεν τὴν διαφορὰν τῆς ἐν αὐτῷ παλαιότητος τοῦ γράμματος καὶ τῆς ἐνυπαρχούσης τοῖς νοήμασιν αὐτοῦ καινότητος τοῦ πνεύματος· τοῦτο γάρ ἐστι τὸ τελείως γινώσκειν τὸν νόμον. ἐπιφέρει δὲ καὶ παράδειγμα, σφόδρα τῷ προκειμένῳ κατάλληλον· ἡ γὰρ ὕπανδρος γυνὴ τῷ ζῶντι ἀνδρὶ δέδεται νόμῳ· ἐὰν δὲ ἀποθάνῃ ὁ ἀνὴρ κατήργηται ἀπὸ τοῦ νόμου τοῦ ἀνδρός· ὁ νόμος ἐστὶν ὁ ἀνήρ· δῆλον δὲ ὅτι ὁ κατὰ τὸ γράμμα· οὗτος γὰρ καὶ τὸ ἀποθνήσκειν ἐπεδέξατο διὰ τὸ εἶναι παλαιότης γράμματος· τὸ δὲ παλαιούμενον καὶ γηράσκον ἐγγὺς ἀφανισμοῦ. λέγεται δὲ καὶ ἀποθνήσκειν καὶ ἐπεὶ μηδὲ παρὰ τοῖς βουλομένοις αὐτὸν φυλάσσειν καὶ οὕτω προαιρουμένοις, ἵν' οὕτως εἴπω, ζῇ.