Ancient Greek
Section 36
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 36
Not analysed yet
vii 6 νυνὶ δὲ κατηργήθημεν ἀπὸ τοῦ νόμου, ἀποθανόντες ἐν ᾧ κατειχόμεθα, ὥστε δουλεύειν ἡμᾶς ἐν καινότητι πνεύματος καὶ οὐ παλαιότητι γράμματος. τὸ ἅγιον πνεῦμα ἀεί ἐστιν ἐν καινότητι, οὔτε παλαιούμενον οὔτε γηράσκον ἀλλὰ μᾶλλον τοῦ ἔσω ἡμῶν ἀνθρώπου ἀνακαινουμένου ἡμέρᾳ καὶ ἡμέρᾳ· καὶ ἡ παλαιότης δὲ τοῦ γράμματος οὐκ ἔστιν ὅτε καινὴ ἦν, οὐδὲ ὁ παλαιὸς ἡμῶν ἄνθρωπος καινός ποτε ἦν, ὅστις ἅμα τῷ ὑποστῆναι πεπαλαίωται, οὐ χρόνῳ ἀλλὰ τῶν τοιῶνδε νοημάτων καὶ ἔργων παλαιωσάντων αὐτόν.