Ancient Greek
Section 40
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 40
Not analysed yet
vii 13 τὸ οὖν ἀγαθὸν ἐμοὶ γέγονε θάνατος; μὴ γένοιτο· ἀλλὰ ἡ ἁμαρτία, ἵνα φανῇ ἁμαρτία διὰ τοῦ ἀγαθοῦ μοι κατεργαζομένη θάνατον· ἵνα γένηται καθ' ὑπερβολὴν ἁμαρτωλὸς ἡ ἁμαρτία διὰ τῆς ἐντολῆς. εἴ τις πρὸς τὰ εἰρημένα ἀνθυποφέρει λέγων Μή ποτε ὁ ἅγιος νόμος γέγονεν εἰς θάνατον τῷ ἀνθρώπῳ, ἐλθούσης γὰρ τῆς ἐντολῆς ἀνέζησεν ἡ ἁμαρτία ὁ δὲ ἄνθρωπος ἀπέθανεν; ἀκούσεται ὅτι οὐ τὸ ἀγαθὸν γέγονε θάνατος, ἀλλ' ἔδει τὴν ἁμαρτίαν φανῆναι ἡλίκον ἐστὶ κακόν· ὅτε γὰρ ἐπιδημεῖ τὸ ἀγαθὸν τῇ ψυχῇ, φανεροῦται τὸ κακόν· καὶ ἐάν τις μετὰ τοῦτο ἁμαρτῇ, εὑρίσκεται τὸν θάνατον ποιοῦσα ἡ ἐντολὴ ἡ ὑποδείξασα τὸ κακὸν καὶ ἡ ὑποδείξασα τὸ φευκτέον ἐντολὴ θανάτου πρόξενος, καὶ ἡ ἁμαρτία, οὐχ ἁπλῶς ἁμαρτία ἀλλὰ καθ' ὑπερβολὴν ἁμαρτωλός, αὕτη διὰ τῆς ἁγίας ἐντολῆς παρεισδύνουσα καὶ τὸν θάνατον ἡμῖν κατεργαζομένη.