Ancient Greek
Section 41
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 41
Not analysed yet
vii 14 οἴδαμεν γὰρ ὅτι ὁ νόμος πνευματικός ἐστιν· ἐγὼ δὲ σαρκικός εἰμι, πεπραμένος ὑπὸ τὴν ἁμαρτίαν. ζήτημα ἀνακύπτει ἀπὸ πάσης τῆς προκειμένης περικοπῆς πῶς ταῦτα λέγων ὁ Παῦλος οὐ δοκεῖ ἐναντιοῦσθαι τοῖς ἰδίοις λόγοις ὁ λέγων τιμῆς ἠγοράσθητε καὶ Χριστὸς ἡμᾶς ἐξηγόρασεν καὶ ζῶ δὲ οὐκέτι ἐγὼ ζῇ δὲ ἐν ἐμοὶ Χριστός· εἰ μή που εἴπωμεν ὅτι προσωποποιίας ἔχει διαφόρους ὁ λόγος, καὶ συσχηματίζονται αἱ περικοπαὶ πρὸς διαφόρους ποιότητας προσώπων, ἔνθα οἱ φαῦλοι ἄλλα πράττουσι παρὰ τὴν προηγουμένην ἑαυτῶν πρόθεσιν. ὁ δὲ παρὼν λόγος ἁρμόζει λέγεσθαι ὑπὸ τῶν μεμαθηκότων τὰ περὶ τοῦ νόμου ὅτι θεῖός ἐστι, καὶ βλεπόντων αὐτοῦ τὰ προστάγματα ὅτι εἰσὶ καλά, οὐδὲν δὲ ἧττον ὡς πεπραμένοι ὑπὸ τὴν ἁμαρτίαν καὶ σαρκικοὶ ὄντες, οὐ γινώσκουσι πῶς, ἐμπίπτουσιν ὑπὸ τὴν ἁμαρτίαν.