Ancient Greek
Section 44
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 44
Not analysed yet
vii 24, 25 ταλαίπωρος ἐγὼ ἄνθρωπος· τίς με ῥύσεται ἐκ τοῦ σώματος τοῦ θανάτου τούτου; εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ τοῦ κυρίου ἡμῶν. ὡς κακίζων τὴν ἀνθρωπίνην ἀσθένειαν τὴν περιέλκουσαν καὶ περισπῶσαν τὸν λογισμὸν καὶ προκαλουμένην ἐπὶ τὰ ἐναντία λέγει τὸ ταλαίπωρος ἐγὼ ἄνθρωπος· καὶ ὡς διὰ ἐπικουρίας θείας ῥυσθεὶς τοῦ σώματος τοῦ ὀνομασθέντος σώματος θανάτου διὰ τὰς προειρημένας αἰτίας, ἐπάγει τὸ εὐχαριστῶ τῷ θεῷ διὰ Ἰησοῦ Χριστοῦ.