Ancient Greek
Section 43
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 43
Not analysed yet
vii 22, 23 συνήδομαι γὰρ τῷ νόμῳ τοῦ θεοῦ κατὰ τὸν ἔσω ἄνθρωπον· βλέπω δὲ ἕτερον νόμον ἐν τοῖς μέλεσί μου ἀντιστρατευόμενον τῷ νόμῳ τοῦ νοός μου καὶ αἰχμαλωτίζοντά με τῷ νόμῳ τῆς ἁμαρτίας τῷ ὄντι ἐν τοῖς μέλεσί μου. ἐν τοῖς μηδέπω κρατύνασι τὴν ἕξιν ἐπὶ τὰ βέλτιστα διαγράφει ὁ Παῦλος τὸν παρόντα λόγον· ὥσπερ τοίνυν στρατιώτης κρατήσας πολεμίων αἰχμαλώτους ἄγει, οὕτως ἐν τοῖς προειρημένοις προσώποις ἐστὶν ὁ ἐν τοῖς μέλεσιν αὐτῶν νόμος ἀντιστρατευόμενος τῷ νόμῳ τοῦ νοὸς αὐτῶν καὶ αἰχμαλωτίζων τὴν ταλαίπωρον ψυχὴν καὶ ἄγων ἐπὶ τὸν τῆς ἁμαρτίας νόμον ἐν τοῖς σωματικοῖς μέλεσιν.