Ancient Greek
Section 46
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 46
Not analysed yet
viii 7 διότι τὸ φρόνημα τῆς σαρκὸς ἔχθρα εἰς θεόν, τῷ γὰρ νόμῳ τοῦ θεοῦ οὐχ ὑποτάσσεται, οὐδὲ γὰρ δύναται· οἱ δὲ ἐν σαρκὶ ὄντες θεῷ ἀρέσαι οὐ δύνανται. ἀφ' ὧν διδάσκει ὁ Παῦλος μανθάνομεν τίνες εἰσὶ κατὰ σάρκα, οἱ τὰ τῆς σαρκὸς φρονοῦντες, καὶ τίνες οἱ κατὰ πνεῦμα, οἱ τὰ τοῦ πνεύματος φρονοῦντες. τὰ δὲ φρονήματα τῆς σαρκός εἰσι πορνεία, ἀσέλγεια, εἰδωλολατρεία, καὶ τὰ ὅμοια, ὅπερ αὐτὸ τοῦτο θάνατός ἐστι· τὰ δὲ τοῦ πνεύματος ἀγάπη, χαρά, εἰρήνη, μακροθυμία, καὶ τὰ τούτοις ἀκόλουθα, ἅπερ ἐστὶ ζωή. καὶ ἤδη ἐν τῇ ζωῇ εἰσὶν οἱ τοιοῦτοι, καὶ ἐν εἰρήνῃ εὐφραίνονται· ἀκόλουθον οὖν τοὺς μὲν εἰς τὴν σάρκα σπείροντας θερίζειν φθοράν, τοὺς δὲ πνεύματι ζῶντας σπείρειν εἰς τὸ πνεῦμα, ἀφ' οὗ ἐστὶ θερίσαι ζωὴν αἰώνιον· πρὸς δὲ τούτοις καὶ ἐχθροί εἰσι τοῦ θεοῦ οἱ τοῦ φρονήματος τῆς σαρκός. φρονοῦσι δὲ τὰ τῆς σαρκὸς καὶ ὅσοι βούλονται πλουτεῖν ἢ ἐπιθυμοῦσι δόξης. καὶ οἱ κατὰ τὸ γράμμα ζῶντες Ἰουδαῖοι καὶ τὴν ἐν φανερῷ περιτομὴν ἐν σαρκὶ ἀσκοῦντες, οὗτοι τὰ τῆς σαρκὸς τοῦ νόμου φρονοῦσιν· οἱ δὲ κατὰ πνεῦμα, οἱ ἐν κρυπτῷ Ἰουδαῖοι, οἱ τὴν ἐν καρδίᾳ καὶ πνεύματι περιτομὴν ποιοῦντες, <οὗ>τοι φρονοῦσι τὰ τοῦ πνεύματος. καὶ ἐν μὲν τῷ φρονήματι τῆς σαρκὸς τοῦ νόμου θάνατόν τις εὑρήσει καὶ ἔχθραν τὴν εἰς θεόν, ἐν δὲ τῷ φρονήματι τοῦ νόμου τοῦ πνεύματος ζωὴν καὶ εἰρήνην. οἱ δὲ ἐν τῇ σαρκὶ τοῦ νόμου ὄντες θεῷ ἀρέσαι οὐ δύνανται, ἀλλ' οἱ ἐν τῷ πνεύματι τοῦ νόμου ὄντες· ἀμφότεροι γὰρ ἐπαγγελλόμεθα τὸν Μωσέως νόμον, ἀλλ' ἐκεῖνοι μὲν κατὰ σάρκα, ἡμεῖς δὲ κατὰ πνεῦμα· διὸ ἐκεῖνοι σαρκικὰς ἡγοῦνται τὰς ἐπαγγελίας, ἀκολούθως τῷ σαρκικῷ νόμῳ, ἡμεῖς δὲ πνευματικάς, ἐν πάσῃ εὐλογίᾳ πνευματικῇ ἐν τοῖς ἐπουρανίοις.