Ancient Greek
Section 47
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 47
Not analysed yet
viii 24, 25 ἐλπὶς δὲ βλεπομένη οὐκ ἔστιν ἐλπίς· ὃ γὰρ βλέπει τις, τί καὶ ἐλπίζει; εἰ δὲ ὃ οὐ βλέπομεν ἐλπίζομεν, δι' ὑπομονῆς ἀπεκδεχόμεθα. ἀνθ' οὗ ἐν ἄλλοις εὕρομεν ἀντὶ τοῦ ὃ γὰρ βλέπει τίς ὑπομένει, οἷον εἰ πρόθυμος γίνεται ὑπομένειν ὃ βλέπει· μέγα δὲ ποιεῖ ὁ ἐλπίζων εἰς μὴ βλεπόμενον, καὶ δι' ἐκεῖνο τῷ τετάσθαι τὸν νοῦν αὐτοῦ πρὸς αὐτὸ πᾶν ὁτιποτοῦν ὑπομένων.