Ancient Greek
Section 5
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 5
Not analysed yet
i 18 ἀποκαλύπτεται γὰρ ὀργὴ θεοῦ ἀπ' οὐρανοῦ ἐπὶ πᾶσαν ἀσέβειαν καὶ ἀδικίαν ἀνθρώπων τῶν τὴν ἀλήθειαν ἐν ἀδικίᾳ κατεχόντων. ἔοικε δὲ λέγεσθαι ὀργὴ καὶ ὁ διάκονος τῶν ἐπὶ τοῖς ἡμαρτημένοις πόνων καὶ οἱ ὑπ' αὐτὸν τῶν αὐτῶν ὑπηρέται καὶ λειτουργοί, ὡς ὅτε προσετέθη ἐκκαῆναι ἡ ὀργὴ τοῦ θεοῦ ἐν τῷ Ἰσραήλ, ὅτε ἀνασεισθεὶς ὑπ' αὐτῆς Δαυεὶδ ἐκέλευσε τῷ Ἰωὰβ ἀριθμῆσαι τὸν λαόν· τὸ δὲ δεύτερον παρίσταται ἐκ τοῦ ἀπέστειλεν εἰς αὐτοὺς θυμὸν ὀργῆς, θλίψιν καὶ ὀργήν, ἀποστολὴν δι' ἀγγέλων πονηρῶν. ὅτε δ', αὐτοὶ οἱ δι' ἁμαρτίας πόνοι· οὕτω γὰρ ἀκούω τοῦ κατὰ τὴν σκληρότητά σου καὶ ἀμεταμέλητον καρδίαν θησαυρίζεις σεαυτῷ ὀργὴν ἐν ἡμέρᾳ ὀργῆς, καὶ τοῦ ἔφθακεν δὲ εἰς αὐτοὺς ἡ ὀργὴ εἰς τέλος. πρὸς τούτοις ἐπίσκεψαι εἰ τὰ μὲν συμβαίνοντα τοῖς δικαίοις, πειράζοντος αὐτοὺς τοῦ πονηροῦ, ὀργὴ μὲν ἐστὶν οὔτε δὲ θεοῦ οὔτε ἀπ' οὐρανοῦ, ἀλλὰ κάτωθέν ποθεν ἢ τοῦ διαβόλου ἤ τινος τῶν ἀγγέλων αὐτοῦ· τούτοις δέ τις οὐκ ἀπιθάνως ἀνθυποίσει τὸ εἶναι ἡμῖν τὴν πάλην πρὸς τὰ πνευματικὰ τῆς πονηρίας ἐν τοῖς ἐπουρανίοις· καὶ γὰρ ταῦτα δόξει ὀργιζόμενα τοῖς ἁγίοις παλαίειν καὶ ἐπάγειν αὐτοῖς ἀπ' οὐρανοῦ ὀργήν. μήποτε οὖν ἐστί τις ἀπ' οὐρανοῦ ὀργὴ καὶ ἑτέρα κάτωθεν ὡς ἀποδέδεικται, οὕτως καὶ ἡμῖν ἀπ' οὐρανοῦ ὀργὴ θεοῦ ἐστίν, ἑτέρα δὲ ἀπ' οὐρανοῦ μὲν οὐ θεοῦ δέ; εἰ δὲ πᾶσιν ἀνθρώποις ὁ θεὸς διὰ τῶν ἐν τῷ φυσικῷ λόγῳ ἀφορμῶν τὴν ἀλήθειαν ἐφανέρωσεν, καὶ τὸ γνωστὸν ἑαυτοῦ ὡς ἕκαστος κεχώρηκεν ὅτε τὸν λόγον συμπεπλήρωκεν, δηλονότι ἀναγκαῖον ἔσται διὰ πάντα τὰ ἀσεβῶς γεγενημένα καὶ ἀδίκως πεπραγμένα, τοῖσδε μὲν πλείονα τοῖσδε δὲ ἐλάττονα, κατὰ ἀναλογίαν ἐλθεῖν τὴν ἀποκάλυψιν τῆς ὀργῆς τοῦ θεοῦ ἀπ' οὐρανοῦ.