Ancient Greek
Section 4
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 4
Not analysed yet
i 13—15 οὐ θέλω δὲ ὑμᾶς ἀγνοεῖν, ἀδελφοί, ὅτι πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο, ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις· σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμί, οὕτως τὸ κατ' ἐμὲ πρόθυμον καὶ ὑμῖν τοῖς ἐν Ῥώμῃ εὐαγγελίσασθαι. [ἔστιν δὲ ἐνταῦθα καθ' ὑπερβατόν, ὃ ἐὰν μὴ τηρηθῇ μάχεται τῇ ἀκολουθίᾳ· τίς γὰρ ἂν εἴποι διὰ τοῦτο κεκωλύσθαι ἐλθεῖν πρὸς τοὺς Ῥωμαίους τὸν Παῦλον ἵνα καρπὸν ἔχῃς; τοὐναντίον γάρ, εἰ μὴ ἐκωλύθη καρπὸν εἶχεν, κωλυόμενος δὲ ἀπεστερεῖτο τοῦ καρποῦ· πῶς οὖν ἀναγνωστέον; πολλάκις προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς ἵνα τινὰ καρπὸν σχῶ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις, καὶ ἐκωλύθην ἄχρι τοῦ δεῦρο· διὰ τί οὖν ἠναγκάσθη τὸ ὑπερβατὸν θεῖναι; ἐπειδὴ τ<ῷ> ἵνα καρπόν τινα ἔχω ἔμελλε συνάπτειν πολλά (οἷον τὸ καὶ ἐν ὑμῖν καθὼς καὶ ἐν τοῖς λοιποῖς ἔθνεσιν, Ἕλλησί τε καὶ βαρβάροις, σοφοῖς τε καὶ ἀνοήτοις ὀφειλέτης εἰμὶ καὶ τὰ ἀκόλουθα) ἵνα μὴ διακόψῃ τῇ συνεχείᾳ, παρενθεὶς τὸ ἐκωλύθην ἄχρι τοῦ δεῦρο συνῆψε τῷ προτέρῳ τ<ῷ> προεθέμην ἐλθεῖν πρὸς ὑμᾶς τὸ ἵνα τινὰ καρπὸν ἔχω, καὶ οὕτως ἀπέδωκε τῇ τοῦ λόγου ἀκολουθίᾳ τὴν τάξιν.]