Ancient Greek
Section 51
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 51
Not analysed yet
viii 37 ἀλλ' ἐν τούτοις πᾶσιν ὑπερνικῶμεν διὰ τοῦ ἀγαπήσαντος ἡμᾶς. νικᾷ μὲν ὁ μετὰ ἀμφηρίστου ἀγῶνος τοὺς ἐν τοῖς ἀγωνιζομένοις περὶ νίκης περιγενόμενος τοῦ ἀνταγωνιστοῦ· ὑπερνικᾷ δὲ ὁ μηδὲ τὴν ἀρχὴν ἐπιτρέψας στῆναι πρὸς αὐτὸν τῷ ἐναντιουμένῳ. τοιοῦτος ὁ Παῦλος καὶ οἱ τὴν ὁμοίαν αὐτῷ παρασκευὴν πρὸς τοὺς πειρασμοὺς ἀνειληφότες, τὸ θλίβον καταπατοῦντες καὶ ἐντρυφῶντες τῷ στενοχωροῦντι καὶ τὸ διῶκον τῇ ὑπομονῇ διώκοντες, καὶ τὸν λιμὸν διὰ τὴν οὐράνιον τροφὴν γελῶντες, καὶ τὴν γυμνότητα ἐν οὐδενὶ τιθέμενοι δι' ὃν ἐνδέδυνται Χριστόν, καὶ τὸν κίνδυνον ὡς οὐ κινδυνεύοντες καταπατοῦντες, καὶ τὴν μάχαιραν διὰ τὸν ζῶντα τοῦ θεοῦ λόγον οὐδὲν χαλεπὸν ἐργάσασθαι αὐτοὺς πειθόμενοι.