Ancient Greek
Section 50
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 50
Not analysed yet
viii 33 τίς ἐγκαλέσει κατὰ ἐκλεκτῶν θεοῦ; θεὸς ὁ δικαιῶν· τίς ὁ κατακρίνων; δοκεῖ μοι τοῦτο ἀναφέρεσθαι ἐπὶ τὸν διάβολον ὄντα κατήγορον καὶ τῶν ἐκλεκτῶν οἷς ἐγκαλέσει· οὐδεὶς γάρ ἐστιν οὗ ἐκεῖνος μὴ κατηγορήσει καὶ ᾧ οὐκ ἐγκαλέσει, εἰ μὴ μόνος Ἰησοῦς, ὃς ἁμαρτίαν οὐκ ἐποίησεν, καὶ διὰ τοῦτο λέγων νῦν ἔρχεται ὁ ἄρχων τοῦ κόσμου τούτου καὶ ἐν ἐμοὶ οὐκ ἔχει οὐδέν. διὰ τοῦτο οὖν ἐκεῖνος ἐξευτελίζεται ἐγκαλῶν καὶ κατὰ ἐκλεκτῶν θεοῦ· τοῦ γὰρ θεοῦ δικαιοῦντος τίς κατακρίναι δύναται, κἂν ὁ κατήγορος φέρει εἰς μέσον τὰ ἀπηλιμμένα ἐφ' οἷς κατεκρίθησαν εἰ μὴ ἀπήλιπτο; ἐδικαίωσεν δὲ αὐτοὺς ὡς νεφέλην ἀπαλείψας τὰς ἀνομίας αὐτῶν καὶ ὡς γνόφον τὰς ἁμαρτίας αὐτῶν καὶ λευκάνας τοὺς πρότερον ἡμαρτηκότας ὡς χιόνα.