Ancient Greek
Section 7
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 7
Not analysed yet
ii 10, 11 δόξα καὶ τιμὴ καὶ εἰρήνη παντὶ τῷ ἐργαζομένῳ τὸ ἀγαθόν, Ἰουδαίῳ τε πρῶτον καὶ Ἕλληνι· οὐ γάρ ἐστιν προσωποληψία παρὰ τῷ θεῷ. ὁ τοίνυν ἐργαζόμενος τὸ ἀγαθὸν καὶ τίμιον ἑαυτὸν ἀποφαίνων τιμὴν λήψεται, διὰ τῆς μετανοίας ἀναβαίνων, ἐξ ἧς ἐξέπεσεν ὁμοιωθεὶς τοῖς κτήνεσι τοῖς ἀνοήτοις· καὶ τὰ ἀφθαρσίας ἄξια πράγματα νοήσας ἐγείρεται ἐν δόξῃ εἰς αἰώνιον ζωήν· καὶ ἐν εἰρήνῃ δέ ἐστι πᾶς ὁ ἀπερίσπαστος καὶ μὴ περιελκόμενος ὑπό τινος ἄλλο τι νοεῖν ἢ ποιεῖν παρὰ τὴν ἀλήθειαν, κατὰ τὸ καὶ ἡ εἰρήνη τοῦ θεοῦ φρουρήσει τὰς καρδίας ὑμῶν καὶ τὰ νοήματα ὑμῶν ἐν Χριστῷ Ἰησοῦ, καὶ εἰρήνη ὑμῖν πληθυνθείη, καὶ τὸ εἰρήνην τὴν ἐμὴν δίδωμι ὑμῖν· φησὶν δὲ καὶ ὁ προφήτης πλῆθος ἔσεσθαι εἰρήνης ἐν τῇ ἐπιδημίᾳ τοῦ κυρίου ἕως ἀνταναιρεθῇ ἡ σελήνη, ἵνα μηκέτι νόθον ὑπάρχῃ φῶς καὶ νυκτερινόν.