Ancient Greek
Section 8
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 8
Not analysed yet
ii 12, 13 ὅσοι γὰρ ἀνόμως ἥμαρτον ἀνόμως καὶ ἀπολοῦνται· καὶ ὅσοι ἐν νόμῳ ἥμαρτον διὰ νόμου κριθήσονται· οὐ γὰρ οἱ ἀκροαταὶ τοῦ νόμου δίκαιοι παρὰ τῷ θεῷ, ἀλλ' οἱ ποιηταὶ τοῦ νόμου δικαιωθήσονται. κριθῆναι μέν ἐστι κατὰ νόμον καὶ διὰ νόμου· τὸ δὲ ἀπολέσθαι οὐκ ἐπιδέχεται νόμον· οὐδὲ γὰρ ἄλλος τις αὐτοὺς ἀπολεῖ, ἵνα κρίνῃ αὐτοὺς νόμῳ ἀπωλείας, ἀλλ' ἔχεται τοῖς ἀνόμως ἁμαρτήσασιν ἀπώλεια· ὅσοι δὲ ἐν νόμῳ ἥμαρτον μὴ πάνυ ἀποστατοῦντες αὐτοῦ ἀλλ' ἤτοι παρορῶντες ἢ καὶ νικώμενοι, μετὰ τοῦ προτίθεσθαι κατὰ νόμον ζῇν, οὗτοι δι' αὐτοῦ τοῦ νόμου κριθήσονται.