Ancient Greek
Section 9
Origen, Commentarii in epistulam ad Romanos (I.1-XII.21) (in catenis) 9
Not analysed yet
ii 15, 16 συμμαρτυρούσης αὐτῶν τῆς συνειδήσεως καὶ μεταξὺ ἀλλήλων τῶν λογισμῶν κατηγορούντων ἢ καὶ ἀπολογουμένων, ἐν ἡμέρᾳ ὅτε κρινεῖ ὁ θεὸς τὰ κρυπτὰ τῶν ἀνθρώπων κατὰ τὸ εὐαγγέλιόν μου διὰ Ἰησοῦ Χριστοῦ. [ἢ καὶ οὕτως·] κρινεῖ ὁ θεὸς κατὰ τὸ εὐαγγέλιον· ὅπερ εὐαγγέλιον Παύλου ἐστιν, καὶ τῶν παραπλησίων ἐκείνῳ καὶ ἀξίους ἑαυτοὺς πεποιηκότων οὐδενὸς σκυθρωποῦ ἀλλ' ἐφ' ᾧ χαίρειν χρή. διὸ αὐτῶν ἐστι τὸ εὐαγγέλιον σὺν τῇ τοῦ θεοῦ κρίσει διακόνῳ κεχρημένῃ.