Ancient Greek · ~7 min
19.153 to 19.158
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.153-158
Not analysed yet
τίς οὖν ἄρα ἐστὶν ὁ πιστεύων ἢ ὁ πεπονθὼς ἐκ τοῦ διακεῖσθαι κατὰ τὸν λόγον καὶ συμπεφυκέναι αὐτῷ τὸ μὴ ἐμπεσεῖσθαι ἄν, ὅσον μὲν ἐπὶ τούτοις τοῖς ῥητοῖς, εἰς τὰ λεγόμενα πρὸς θάνατον εἶναι ἁμαρτήματα, ὅσον δὲ ἐπὶ |τῷ »Πᾶς ὁ πιστεύων ὅτι Ἰησοῦς ὁ χριστός ἐστιν ἐκ τοῦ »θεοῦ γεγέννηται«, οὐχ ἁμαρτάνειν καὶ πρὸς ὅ τι δηποτοῦν τῶν παρὰ τὸν ὀρθὸν γινομένων λόγον; ἔτι δὲ μᾶλλον νοήσεις τί ἐστιν »Ἐὰν γὰρ μὴ πιστεύητε ὅτι ἐγώ εἰμι, ἀποθανεῖσθε ἐν ταῖς »ἁμαρτίαις ὑμῶν«, ἅ ἐστιν ὁ πρωτότοκος πάσης κτίσεως ἀναλογιζόμενος. οἷον ὁ πιστεύων τί ἐστιν ἡ δικαιοσύνη οὐκ ἂν ἀδικήσαι, καὶ 〈ὁ〉 διὰ τὸ τεθεωρηκέναι ἥτις ἐστὶν ἡ σοφία, πεπιστευκὼς εἰς τὴν σοφίαν οὐκ ἄν τι μωρὸν λέγοι ἢ πράττοι, ἐπεὶ ὁ πιστεύσας τῷ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγῳ ἐν τῷ κατανενοηκέναι αὐτὸν οὐδὲν 〈ἂν〉 ἀλόγως ποιήσαι. πρὸς τούτοις ὁ πιστεύων ὅτι »Αὐτός ἐστιν ἡ εἰρήνη »ἡμῶν«, οὐκ ἄν τι πολέμου καὶ στάσεως ἐνεργοίη. ἀλλὰ καὶ εἴπερ Χριστός ἐστιν οὐ μόνον »θεοῦ σοφία«, ἀλλὰ καὶ »θεοῦ δύναμις«, ὁ πιστεύων αὐτῷ καθ’ ὃ δύναμίς ἐστιν οὐκ ἂν εἴη περὶ τὰ καλὰ ἀδύνατος. ἀναγκαίως δὲ ὑπονοοῦντες αὐτὸν ὑπομονὴν καὶ ἰσχὺν διὰ τὸ »Καὶ νῦν τίς ἡ ὑπομονή μου; οὐχὶ ὁ κύριος; «καὶ τὸ »Ἰσχύς »μου«, καὶ τὸ »Ὑπόστασίς μου ὁ κύριος« φήσομεν ὅτι εἰ ἐνδίδομεν πρὸς πόνους, οὐ πιστεύομεν αὐτῷ [καὶ] καθ’ ὅ ἐστιν ὑπομονή, καὶ εἰ ἀσθενοῦμεν, οὐ πεπιστεύκαμεν αὐτῷ καθ’ ὅ ἐστιν ἰσχύς. ἐὰν δὲ ἀναλεγώμεθα 〈οὕτως〉 τὰς λοιπὰς ἐπινοίας τοῦ χριστοῦ, οὐ χαλεπῶς ἐκ τῶν εἰρημένων εὑρήσομεν τίνα τρόπον ὁ μὴ πιστεύων τῷ χριστῷ ἀποθανεῖται ἐν ταῖς ἁμαρτίαις αὐτοῦ· γινόμενος γὰρ ἐν τοῖς ἐναντίοις τῇ ἐπινοίᾳ, ὧν ἐστιν ὁ χριστός, ἐν αὐταῖς ἀποθνήσκει ταῖς ἁμαρτίαις.