Ancient Greek · ~2 min
Book 19, VIII, 25. Ἔλεγον οὖν αὐτῷ· Σὺ τίς εἶ;
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19
Not analysed yet
(7) Ἀκόλουθον ἦν τοὺς ἀκροωμένους μετὰ πολλῆς ἐξουσίας ἀπαγγελλομένων ὑπὸ τοῦ κυρίου πυνθάνεσθαι, τίς εἴη ὁ ταῦτα λέγων· ἐνέφαινεν γὰρ τὸ εἶναι ἀνθρώπου μεῖζον καὶ θειοτέρα τις φύσις τυγχάνειν ὁ σωτὴρ φάσκων ὅτι »Ἐὰν μὴ πιστεύητε ὅτι ἐγώ »εἰμι, ἀποθανεῖσθε ἐν ταῖς ἁμαρτίαις ὑμῶν«. τὸ οὖν »Σὺ τίς εἶ; «οἱονεὶ αἰτούντων ἦν ἀπόκρισιν, ὅτι »Ἐγώ εἰμι ὁ χριστός« ἢ »Ἐγώ »εἰμι ὁ προφήτης« ἢ »Ἐγώ εἰμι Ἡλίας« ἢ τάχα »Ἐγώ εἰμι ἄγγελος »θεοὺ«. οὐκ ἂν γὰρ μὴ ἕν τι τούτων ἢ καὶ παραπλήσιον αὐτοῖς τυγχάνων προεφέρετο γνησίους λόγους τηλικούτους. ******