Ancient Greek · ~3 min
Book 19, Chapter 17
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.17.104
Not analysed yet
Τάχα οὖν ἐν ταῖς περὶ Χριστοῦ παραδόσεσιν ἦν, ὥσπερ τὸ γεγεννῆσθαι αὐτὸν ἐν Βηθλεὲμ καὶ τὸ ἐκ φυλῆς Ἰούδα ἀναστήσεσθαι κατὰ τὰς ὑγιεῖς ἐκδοχὰς τῶν προφητικῶν λόγων, οὕτω καὶ περὶ τοῦ θανάτου αὐτοῦ, ὡς ἑαυτὸν ᾧ εἴπομεν τρόπῳ ἀπαλλάξοντος τοῦ βίου· καὶ εἰκὸς ὅτι ᾔδεισαν τὸν οὕτως ἐξελευσόμενον ἀπελεύσεσθαι εἰς χώραν ἔνθα οὐκ ἡδύναντο γενέσθαι οὐδ’ οἱ ταῦτα νοοῦντες, ὥστε μὴ κατὰ τὸ ἁπλούστερον αὐτοὺς εἰρηκέναι ἀλλὰ κατά τινα περὶ Χριστοῦ παράδοσιν τὸ »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν; «καὶ εἰ λέγουσιν δὲ ταῦτα οἱ Ἰουδαῖοι, διστακτικῶς αὐτά φασι· τὸ γὰρ »Μήτι ἀποκτενεῖ »ἑαυτόν; «τοιοῦτόν ἐστιν.