Ancient Greek · ~2 min
Book 19, Chapter 17
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.17.105
Not analysed yet
καὶ οὐ θαυμαστὸν ἀμφιβάλλειν αὐτοὺς περὶ Χριστοῦ, ὅτε γε καὶ ἐν τοῖς ἀνωτέρω οἱ ἐκ τοῦ ὄχλου ἀκού σαντες τῶν λόγων τοῦ Ἰησοῦ ἔλεγον· »Οὗτός |ἐστιν ἀληθῶς ὁ »προφήτης· ἄλλοι δὲ ἔλεγον· Οὗτός ἐστιν ὁ χριστός· οἱ δὲ ἔλεγον· Μὴ »γὰρ ἐκ τῆς Γαλιλαίας ὁ χριστὸς ἔρχεται; οὐχ ἡ γραφὴ εἶπεν ὅτι »ἐκ τοῦ σπέρματος Δαβὶδ καὶ ἀπὸ Βηθλεὲμ τῆς κώμης, ὅπου ἦν »Λαβίδ, ἔρχεται ὁ χριστός; «ὅτε καὶ »σχίσμα γεγένηται ἐν τῷ ὄχλῳ δι’ »αὐτόν«.