Ancient Greek · ~2 min
Book 19, Chapter 18
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.18.111
Not analysed yet
εἰκὸς γὰρ ὅτι τούτοις ὁμοίως ἐξεδέχοντο καὶ τὸ »Ἐγὼ »ὑπάγω καὶ ζητήσετέ με, καὶ ἐν τῇ ἁμαρτίᾳ ὑμῶν ἀποθανεῖσθε«· ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ δύνασθε ἐλθεῖν«· πρὸς ὃν καὶ ἀπεκρίναντο οἱ Ἰουδαῖοι· »Μήτι ἀποκτενεῖ ἑαυτόν, ὅτι λέγει· Ὅπου ἐγὼ ὑπάγω »ὐμεῖς οὐ δύνασθε ἐλθεῖν; «πάνυ δὲ καὶ ἐμφαίνεται ἡ ἐξουσία τοῦ αὐτεξουσίως αὐτὸν ἀποθνήσκειν καταλιπόντα τὸ σῶμα καὶ ἐν τῷ· »Ἐγὼ ὑπάγω«.