Ancient Greek · ~3 min
19.18.112 to 19.18.114
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.18.112-114
Not analysed yet
καὶ τάχα διὰ τὸ »Ἐγὼ ὑπάγω« τὸ ἐπιφερόμενον γίνεται τὸ »Καὶ ζητήσετέ με«. εἰκὸς γὰρ καὶ τοὺς παρατυχόντας οὕτως αὐτῷ ἀπαλλασσομένῳ τοῦ βίου ζητεῖν αὐτόν· διὰ δὲ τὸ ἐν ταῖς ἁμαρτίαις αὐτῶν ἀποθνήσκειν αὐτοὺς μηδὲ μετὰ πάντα ταῦτα δυσωπηθέντας πρὸς τὸ μὴ διστακτικῶς εἰπεῖν περὶ αὐτοῦ· »Μήτι »ἀποκτενεῖ ἑαυτόν; «ὅπου ἄπεισιν μὴ δύνασθαι αὐτοὺς ἀπελθεῖν. οἶμαι δ’ ὅτι κακοηθέστερον ὀνομάζοντες τὸ κατὰ τὴν παράδοσιν περὶ τοῦ θανάτου τοῦ χριστοῦ εἰς αὐτοὺς ἐληλυθός. καὶ μὴ δοξάζοντες τὸν οὕτως ἀπαλλαττόμενον τοῦ βίου εἰρήκασιν τὸ »Μήτι »ἀποκτενεῖ ἑαυτόν; «ἐνῆν γὰρ διστακ|τικῶς μὲν εἰπεῖν, μετ’ ἐμφάσεως δὲ τῆς παρὰ τῷ θανάτῳ δόξης αὐτοῦ, καὶ οἱονεὶ οὕτως εἰπεῖν· μήτι ἡ ψυχὴ αὐτοῦ, ὅτε αὐτὸς βούλεται, ἐξελεύσεται καταλειφθέντος τοῦ σώματος, καὶ διὰ τοῦτό φησι τὸ »Ὅπου ἐγὼ ὑπάγω ὑμεῖς οὐ »δύνασθε ἐλθεῖν«.