Ancient Greek
Book 19, Chapter 2
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.2.11
Not analysed yet
διόπερ τοῖς πρὸς ταῦτα πυθομένοις αὐτοῦ καὶ εἰρηκόσιν· »Ποῦ ἔστιν ὁ πατήρ σου; «ἀποκρίνεται (ὡς ἂν εἴποι τις, ἕτερος ὢν τοῦ λέγοντος· »Καμὲ οἴδατε«) καί φησι· »Καὶ οὔτε ἐμὲ οἴδατε »οὔτε τὸν πατέρα μου«. κατὰ δὲ τὸ ταπεινὸν τῶν Φαρισαίων ἦν ἤτοι μὴ νοεῖν ὅτι περὶ τοῦ θεοῦ τῶν ὅλων ἔλεγεν τὸ »Μαρτυρεῖ »περὶ ἐμοῦ ὁ πέμψας με πατήρ«· ἢ εἰ ἐξεδέχοντο περὶ τοῦ θεοῦ ταῦτα λέγεσθαι, νομίζειν ὅτι ἐν τόπῳ ἐστὶν ὁ θεός, καὶ διὰ τοῦτο νεσθαι· »Ποῦ ἔστιν ὁ πατήρ σου«;