Ancient Greek
Book 19, Chapter 2
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.2.10
Not analysed yet
δῆλον οὖν ἐκ τούτων ὅτι ὑπὸ μὲν τῶν Ἱεροσολυμιτῶν ἐλέγετο· »Τοῦτον οἴδαμεν πόθεν ἐστίν«, ἀναφερόντων ἐπὶ τὸ ἐν Βηθλεὲμ αὐτὸν γεγενῆσθαι, καὶ ἐπισταμένων ὅτι οὗτος ἦν οὗ ἡ μήτηρ ἐλέγετο Μαρία, καὶ οἱ ἀδελφοὶ αὐτοῦ Ἰάκωβος καὶ Ἰωάννης καὶ Σίμων 〈καὶ〉 Ἰούδας. διόπερ καὶ μαρτυρεῖ τοῖς εἰρηκόσιν· »Οἴδαμεν πόθεν ἐστίν« διὰ τοῦ »Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί«. τοῖς δὲ Φαρισαίοις τὸ »Κἂν ἐγὼ μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, »ὅτι οἶδα πόθεν ἦλθον καὶ ποῦ ὑπάγω«· τῇ θειοτέρᾳ φύσει διαλεγόμενος ἔφασκεν ταῦτα καί, ὡς ἂν εἴποι τις, καθ’ ὃ πρωτότοκος πάσης κτίσεως ἦν.