Ancient Greek · ~2 min
Book 19, Chapter 2
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.2.7
Not analysed yet
οὕτως οὖν καὶ ἐπὶ τῶν κατὰ τὸ παρὸν ἡμῖν ζητουμένων ἐκ τῆς συμφράσεως κατανοητέον· τὸ μὲν »Κἀμὲ οἴδατε καὶ οἴδατε πόθεν εἰμί« περὶ τοῦ ἀνθρώπου ἑαυτοῦ διαλέγεται, τὸ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε »τὸν πατέρα μου« περὶ τῆς θεότητος· τοῦ μὲν γὰρ »Κἀμὲ οἴδατε καὶ »οἴδατε |πόθεν εἰμί« ταῦτα προτέτακται· »Ἔλεγον οὖν τινες ἐκ τῶν »Ἱεροσολυμιτῶν· Οὐχ οὗτός ἐστιν ὃν ζητοῦσιν ἀποκτεῖναι; καὶ ἴδε »παρρησίᾳ λαλεῖ καὶ οὐδὲν αὐτῷ λέγουσιν. μήποτε ἀληθῶς ἔγνωσαν »οἱ ἄρχοντες ὅτι οὗτός ἐστιν ὁ χριστός; ἀλλὰ τοῦτον οἴδαμεν πόθεν »ἐστίν· ὁ δὲ χριστὸς ὅταν ἔρχηται, οὐδεὶς γινώσκει πόθεν ἐστίν«·