Ancient Greek · ~2 min
19.2.8 to 19.2.9
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.2.8-9
Not analysed yet
τοῦ δὲ »Οὔτε ἐμὲ οἴδατε οὔτε τὸν πατέρα μου« ταῦτα »Εἶπαν οὖν »αὐτῷ οἱ Φαρισαῖοι· Σὺ περὶ σεαυτοῦ μαρτυρεῖς· ἡ μαρτυρία σου οὐκ »ἔστιν ἀληθής. ἀπεκρίθη †ὁ Ἰησοῦς καὶ εἶπεν αὐτοῖς· Κἂν ἐγὼ »μαρτυρῶ περὶ ἐμαυτοῦ, ἀληθής ἐστιν ἡ μαρτυρία μου, ὅτι οἶδα »πόθεν ἦλθον καὶ ποῦ ὑπάγω. ***ὑμεῖς κατὰ τὴν σάρκα κρίνετε, »ἐγὼ οὐ κρίνω οὐδένα. καὶ ἐὰν κρίνω δὲ ἐγώ, ἡ κρίσις ἡ ἐμὴ »ἀληθινή ἐστιν, ὅτι μόνος οὐκ εἰμί, ἀλλ’ ἐγὼ καὶ ὁ πέμψας με πατήρ«.