Ancient Greek · ~2 min
Book 19, Chapter 3
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.3.18
Not analysed yet
οὐ μάχεται οὖν τὸ »Οὐδεὶς ἔγνω »τὸν πατέρα εἰ μὴ ὁ υἱός« τῷ »Ἐπίστευσεν δὲ Ἀβραὰμ τῷ θεῷ καὶ ἐλογίσθη αὐτῷ εἰς δικαιοσύνην«. εἰ δέ τις οἴεται ἡμᾶς βιάζεσθαι λέγοντας μὴ ταὐτὸν εἶναι τὸ πιστεύειν τῷ γινώσκειν, καὶ ἐνδέχεσθαι πιστεύειν μὲν οὐκ ἔχειν δὲ γνῶσιν τοῦ πιστευομένου ὑπ’ αὐτοῦ, τοῦ Ἰησοῦ ἀκουσάτω λέγοντος πρὸς τοὺς πεπιστευκότας αὐτῷ Ἰουδαίους· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν, καὶ ἡ »ἀλήθεια ἐλευθερώσει ὑμᾶς«.