Ancient Greek · ~2 min
19.3.19 to 19.3.20
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.3.19-20
Not analysed yet
παρατήρει γὰρ ὅτι πρὸ τοῦ »Ἐὰν »μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν ἀλήθειαν« γέγραπται· »Ἔλεγεν οὖν ὁ Ἰησοῦς πρὸς τοὺς †πιστεύοντας αὐτῷ Ἰουδαίους«, καὶ ἃ ἔλεγεν ἦν· »Ἐὰν μείνητε ἐν τῷ λόγῳ τῷ ἐμῷ, γνώσεσθε τὴν »ἀλήθειαν«. πολὺ δὲ διαφέρει τὸ πρὸς τῷ πιστεύειν ἐγνωκέναι τοῦ πιστεύειν μόνον· »Ὧι μὲν γὰρ διὰ τοῦ πνεύματος δίδοται λόγος »σοφίας, ἄλλῳ δὲ λόγος γνώσεως κατὰ τὸ αὐτὸ πνεῦμα, ἑτέρῳ πίστις »ἐν τῷ αὐτῷ πνεύματι«.