Ancient Greek · ~2 min
Book 19, VIII, 20. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ᾑ ὥρα αὐτοῦ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.40
Not analysed yet
(2) Εἰ μή τι χρή|σιμον ἦν μαθεῖν ἐκ τοῦ τὰ προειρημένα ἀπηγγέλθαι ὑπὸ τοῦ σωτῆρος λελαλῆσθαι ἐν τῷ γαζοφυλακίῳ, οὐκ ἂν προσέθηκεν ὁ εὐαγγελιστὴς οἷς εἶπεν ὁ Ἰησοῦς τὸ »Ταῦτα τὰ »ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ «· καὶ πανταχοῦ γε ὅπου πρόσκειται· »Ταῦτα τὰ ῥήματα †ἃ ἐλάλησεν «ἐν τῷδέ τινι τόπῳ, ἐπιστήσας εὑρήσεις τὸ τῆς προσθήκης εὔλογον.