Ancient Greek
Book 19, VIII, 20. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ᾑ ὥρα αὐτοῦ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.41
Not analysed yet
ἵν’ οὖν νοηθῇ, τί τὸ ἐν τῷ γαζοφυλακίῳ ταῦτα τὰ ῥήματα [τὰ] ὑπὸ τοῦ Ἰησοῦ εἰρῆσθαι, παραθησόμεθα ἅπερ ἀπὸ Λουκᾶ καὶ Μάρκου μεμαθήκαμεν, ὀνομασάντων τὸ γαζοφυλάκιον. ἀπὸ μὲν τοῦ Λουκᾶ ταῦτα· »Ἀναβλέψας δὲ εἰς τοὺς βάλλοντας εἰς τὸ γαζοφυλάκιον τὰ δῶρα »αὐτῶν πλουσίους, εἶδέν τινα χήραν πενιχρὰν βάλλουσαν λεπτὰ δύο, »καὶ εἶπεν· Ἀληθῶς λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον »πάντων ἔβαλεν· πάντες γὰρ οὗτοι ἐκ τοῦ περισσεύοντος αὐτοῖς »ἔβαλον εἰς τὰ δῶρα τοῦ θεοῦ, αὕτη δὲ ἐκ τοῦ ὑστερήματος αὐτῆς »πάντα τὸν βίον ἑαυτῆς, 〈ὃν⟩ εἶχεν, ἔβαλεν «· ἀπὸ δὲ τοῦ κατὰ Μάρκον·