Ancient Greek
Book 19, VIII, 20. Ταῦτα τὰ ῥήματα ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ διδάσκων ἐν τῷ ἱερῷ· καὶ οὐδεὶς ἐπίασεν αὐτόν, ὅτι οὔπω ἐληλύθει ᾑ ὥρα αὐτοῦ.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.44
Not analysed yet
τὰ δὲ νομίσματα τίνα ἂν εἴη ἢ οἱ θεῖοι λόγοι τὴν εἰκόνα τοῦ μεγάλου βασιλέως ἐντετυπωμένην ἔχοντες, ὑπὸ δοκίμων τραπεζιτῶν θεωρούμενοι, τῶν χωρίζειν ἐπισταμένων ἀπὸ τῶν δοκίμων τὰ ἀδόκιμα ⟨μὲν⟩ προσποιούμενα δὲ εἶναι δόκιμα καὶ τηρούντων τὴν ἐντολὴν Ἰησοῦ λέγουσαν· »Γίνεσθε δόκιμοι τραπεξῖται«, καὶ τὴν Παύλου διδαχὴν φάσκοντος· »Πάντα δοκιμάζετε, τὸ καλὸν κατέχετε, ἀπὸ παντὸς »εἴδους πονηροῦ ἀπέχεσθε«; ἕκαστος δὴ συνεισφερέτω εἰς οἰκοδομὴν τῆς ἐκκλησίας φέρων ἐπὶ τὸ νοητὸν γαζοφυλάκιον ἃ δύναται εἰς τιμὴν τοῦ θεοῦ καὶ ὠφέλειαν τοῦ κοινοῦ.