Ancient Greek · ~2 min
Book 19, Chapter 8
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.8.45
Not analysed yet
Ἐπεὶ δὲ ἔστιν ὠφεληθῆναι τὸ κοινὸν διχῶς, ἀπό τε λό γων καὶ ἀπὸ πράξεων, ὧν |ὁ δίκαιος πράττει, καλῶς καὶ αὐταὶ ἀναφέρονται εἰς τὸ νοητὸν γαζοφυλάκιον. ἀλλ’ ἐπεὶ οὐκ ἴση οὐδ’ ὁμοία πάντων ἡ δύναμις ἐν τῷ βίῳ τούτῳ, εἴγε ἔδωκεν ὁ οἰκοδεσπότης τῷ μὲν πέντε τάλαντα, τῷ δὲ δύο, τῷ δὲ ἕν, ἑκάστῳ κατὰ τὴν ἰδίαν δύναμιν, ἀποδέχεται ὁ ἔμψυχος τούτου λόγος, ἐνορῶν τῇ δυνάμει τῶν βαλλόντων εἰς ὃ διηγησάμεθα γαζοφυλάκιον, οὓς ἀποδέχεται, οὐ τῇ ποσότητι τῶν συνεισφερομένων ἐνορῶν μόνῃ.