Ancient Greek · ~1 min
Book 19, Chapter 8
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.8.46
Not analysed yet
διόπερ εἰ [ἔστιν] τις πλείονα δυνάμενος, ὀλιγώτερα μὲν ὡς πρὸς τὴν ἐνυπάρχουσαν αὐτῷ δύναμιν ποιεῖ, πλείονα δὲ ὡς πρὸς ἑτέρων σύγκρισιν ἐλάττονα δυναμένων, **καὶ ἀποδέχεται τοὺς ὅλῃ δυνάμει τὰ ἐλάττονα πεποιηκότας παρὰ τοὺς πλείονα συνεισενεγκόντας ἐκ δυνάμεως πολλαπλασίονα φέρειν δυναμένης, ⟨ὡς〉 γέγραπται ἃ παρεθέμεθα τοῦ τε Λουκᾶ καὶ τοῦ Μάρκου.