Ancient Greek · ~2 min
Book 19, Chapter 9
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.9.52
Not analysed yet
ἄπερ οὐ τοῖς τυχοῦσιν λέγει ἀλλ’, ὥς φησιν ὁ Μάρκος, τοῖς μαθηταῖς αὐτοῦ· καὶ νῦν γὰρ προσκαλούμενος τοὺς μαθητὰς αὐτοῦ λέγει αὐτοῖς διδάσκων βλέπειν οὐχ ὡς ὄψεται ἄνθρωπος ἀλλ’ ὡς ὄψεται ὁ θεός (»Ἄνθρωπος γὰρ »ὄψεται εἰς πρόσωπον, ὁ δὲ θεὸς ὄψεται εἰς καρδίαν«) τὸ »Ἀμὴν »λέγω ὑμῖν ὅτι ἡ χήρα ἡ πτωχὴ αὕτη πλεῖον πάντων ἔβαλεν τῶν »βαλλόντων εἰς τὸ γαζοφυλάκιον «καὶ τὰ ἑξῆς.