Ancient Greek · ~2 min
Book 19, Chapter 9
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.9.53
Not analysed yet
τί δή μοι ταῦτα πάντα βούλεται προκειμένου διηγήσασθαι τὸ »Ταῦτα τὰ ῥήματα †ἃ »ἐλάλησεν ἐν τῷ γαζοφυλακίῳ, διδάσκων ἐν τῷ ἱερῷ «,ἢ παραστῆσαι, ὅτι πάντων συνεισφερόντων ἐν τῷ γαζοφυλακίῳ τοῦ ἱεροῦ τοῦ ὑπὲρ τοῦ κοινοῦ τὰ θρέψοντα τοὺς δεομένους, μᾶλλον πάντων ἐχρῆν τὸν Ἰησοῦν φέρειν τὰ ὠφελήσοντα, ἅπερ ἦν ῥήματα ζωῆς αἰωνίου καὶ διδασκαλία ἡ περὶ θεοῦ καὶ ἑαυ⟨τοῦ〉;