Ancient Greek · ~3 min
Book 19, Chapter 9
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.9.56
Not analysed yet
καὶ ταῦτά γε σαφῶς νοηθήσεται τοῖς κατακούειν μεμαθηκόσιν τῆς τοῖς τελείοις λαλουμένης σοφίας, ἐν μυστηρίῳ ἀποκεκρυμμένης, »ἣν προώρισεν ὁ θεὸς πρὸ τῶν αἰώνων εἰς τὴν« τῶν δικαίων »αὐτοῦ δόξαν«, καὶ δυναμένοις ἐνορᾷν ὑπεροχὴν σοφίας θεοῦ παρὰ τὴν »σοφίαν τοῦ αἰῶνος τούτου« ἢ »τῶν ἀρχόντων τοῦ »αἰῶνος τούτου, τῶν καταργουμένων«, οἱονεὶ προφήταις ἰδίοις χρωμένων, τῶν ὁποιωνδήποτε λόγων ἑτέρων παρὰ τὴν ἀλήθειαν προϊσταμένοις· ψάμμος γὰρ ὀλίγη αἱ λοιπαὶ σοφίαι χρυσὸς εἶναι νομιζόμεναι ἐν ὄψει σοφίας, ἣν ἔκτισεν ὁ θεὸς ἀρχὴν ὁδῶν αὐτοῦ εἰς ἔργα αὐτοῦ, καὶ ἄργυρος ὁ τῶν πολλῶν λαμπρὸς καὶ πιθανὸς λόγος ὡς πηλὸς λογισθήσεται, ⟨ἐναντίον⟩ τῶν ἁγνῶν λογίων κυρίου τῶν πεπυρωμένων καὶ κεκαθαρισμένων ἑπταπλασίως καὶ δοκίμων, ἅτε προεληλυθότων ἀπὸ τοῦ ἐν ἀρχῇ πρὸς τὸν θεὸν λόγου.