Ancient Greek · ~2 min
19.9.54 to 19.9.55
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 19.9.54-55
Not analysed yet
καὶ παντός γε νομίσματος τιμαλφέστερον ἦν τὸ »Ἐγώ εἰμι τὸ φῶς τοῦ κόσμου «ἐν τῷ γαζοφυλακίῳ εἰρημένον, καὶ τὸ »Εἰ ἐμὲ ᾔδειτε, καὶ τὸν πατέρα μου ἂν ᾔδείτε« καὶ ὅλα τὰ κατὰ τὸν τόπον. καὶ ὁ πᾶς γε τῶν λοιπῶν εἰς τὸ γαζοφυλάκιον φερόντων ἃ εἶχον χρυσὸς ψάμμος ἦν ὀλίγη ὡς πρὸς τὰ Ἰησοῦ ῥήματα· σοφία γὰρ ἦν πᾶς ὁ λόγος αὐτοῦ· »Πᾶς δὲ χρυσὸς »ἐν ὄψει σοφίας ψάμμος ὀλίγη, καὶ ὡς πηλὸς λογισθήσεται ἄργυρος »ἐναντίον αὐτῆς«.