Ancient Greek · ~2 min
Book 20, VIII, 41. Ὑμεῖς ποιεῖτε τὰ ἔργα τοῦ πατρὸς ὑμῶν.
Origen, Commentarii in evangelium Joannis (lib. 19, 20, 28, 32) 20.106
Not analysed yet
καὶ ἐκ τούτων μέντοι γε δῆλόν ἐστιν ὅτι οὐ διὰ κατασκευὴν υἱός τίς ἐστιν διαβόλου, οὐδὲ διὰ τὸ οὕτως δεδημιουργῆσθαι υἱός τις ἐν ἀνθρώποις λέγεται τοῦ θεοῦ· καὶ δῆλον ὅτι δύναται ὁ ποτὲ υἱὸς τοῦ διαβόλου γενέσθαι υἱὸς τοῦ θεοῦ, ὅπερ σαφὲς καὶ ὁ Ματθαῖος ποιεῖ ἀναγράφων τὸν σωτῆρα οὕτως εἰρηκέναι· »Ἠκούσατε ὅτι ἐρρέθη· Ἀγαπήσεις τὸν πλησίον »σοῦ καὶ μισήσεις τὸν ἐχθρόν σου· ἐγὼ δὲ λέγω ὑμῖν, ἀγαπήσατε »τοὺς ἐχθροὺς ὑμῶν καὶ προσεύχεσθε ὑπὲρ τῶν διωκόντων ὑμᾶς· »ὅπως γένησθε υἱοὶ τοῦ πατρὸς ὑμῶν τοῦ ἐν τοῖς οὐρανοῖς«.